5
Μετὰ ταῦτα ἦν *ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη *2Ἰησοῦς εἰς Ἱεροσόλυμα.
Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος *πολὺτῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, *2ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ· οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, δήποτε κατείχετο νοσήματι.⸌ Ἦν δέ τις ἄνθρωπος ἐκεῖ *τριάκοντα ὀκτὼἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ. * Τοῦτον ἰδὼν Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ἀσθενῶν, Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, *βάλῃμε εἰς τὴν κολυμβήθραν· ἐν δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ Ἰησοῦς, *Ἔγειραι,⸃ ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ἄνθρωπος, καὶ ἦρεν τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
10 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ, Σάββατόν ἐστιν· *οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον. *2 11  *Ἀπεκρίθη αὐτοῖς, ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. 12 Ἠρώτησαν *οὖναὐτόν, Τίς ἐστιν ἄνθρωπος εἰπών σοι, Ἆρον *τὸν κράββατόν σουκαὶ περιπάτει; 13  δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· γὰρ Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 Μετὰ ταῦτα εὑρίσκει αὐτὸν Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ, Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν *τί σοιγένηται. 15 Ἀπῆλθεν ἄνθρωπος, καὶ *ἀνήγγειλεντοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ποιήσας αὐτὸν ὑγιῆ. 16 Καὶ διὰ τοῦτο ἐδίωκον *τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι,⸊ *καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι,⸌ ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17  * δὲ Ἰησοῦςἀπεκρίνατο αὐτοῖς, πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. 18 Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.
19 Ἀπεκρίνατο οὖν Ἰησοῦς καὶ *εἶπεναὐτοῖς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται υἱὸς ποιεῖν ἀφἑαυτοῦ οὐδέν, *2ἐὰνμή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ υἱὸς ὁμοίως ποιεῖ. 20  γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δείκνυσιν αὐτῷ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 Ὥσπερ γὰρ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ υἱὸς οὓς θέλει ζῳοποιεῖ. 22 Οὐδὲ γὰρ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ· 23 ἵνα πάντες τιμῶσιν τὸν υἱόν, καθὼς τιμῶσιν τὸν πατέρα. μὴ τιμῶν τὸν υἱόν, οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. 24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον· καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. 25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ *ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται.⸃ 26 Ὥσπερ γὰρ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως *ἔδωκεν καὶ τῷ υἱῷζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ *καὶκρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. 28 Μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν πάντες οἱ ἐν τοῖς μνημείοις *ἀκούσονταιτῆς φωνῆς αὐτοῦ, 29 καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς· οἱ *δὲτὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.
30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω, κρίνω· καὶ κρίσις ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα *τοῦ πέμψαντός με πατρός.⸃ 31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, μαρτυρία μου οὐκ ἔστιν ἀληθής. 32 Ἄλλος ἐστὶν μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ. 34 Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 Ἐκεῖνος ἦν λύχνος καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. 36 Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα *ἔδωκένμοι πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα *ἐγὼποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι πατήρ με ἀπέσταλκεν. 37 Καὶ πέμψας με πατήρ, *αὐτὸςμεμαρτύρηκεν περὶ ἐμοῦ. Οὔτε φωνὴν αὐτοῦ *ἀκηκόατε πώποτε,⸊ οὔτε εἶδος αὐτοῦ ἑωράκατε. 38 Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε *μένοντα ἐν ὑμῖν,⸊ ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. 39 Ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· 40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. 41 Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω· 42 ἀλλἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. 44 Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ *ἀλλήλωνλαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; 45 Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν κατηγορῶν ὑμῶν, Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ *γὰρ ἐμοῦἐκεῖνος ἔγραψεν. 47 Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;
* 5:1 ⸋ ἡ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 5:1 ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:3 ⸋ πολὺ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:3 ⸋2 ἐκδεχομένων … νοσήματι. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:5 ⸂ τριάκοντα ὀκτὼ RP f 35 TR TNT2 NIV11 SBL ¦ τριάκοντα καὶ ὀκτὼ WH NA NIV73 * 5:5 ⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 5:7 ⸂ βάλῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ βάλλῃ TR * 5:8 ⸂ Ἔγειραι RP f 35 TR ¦ Ἔγειρε TNT2 WH NA NIV SBL * 5:10 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 5:10 ⸆2 – RP f 35 TR TNT2 WH NA25 SBL ¦ σου NA27+28 NIV * 5:11 ⸆ – RP f 35 TR ¦ Ὃς δὲ TNT2 WH NA25 SBL ¦ Ὁ δὲ NA27+28 NIV * 5:12 ⸋ οὖν RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV * 5:12 ⸂ τὸν κράββατόν σου RP f 35 TR ¦ τὸν κράβαττόν σου TNT2 ¦ – WH NA NIV SBL * 5:14 ⸉ τί σοι RP f 35 TR ¦ σοί τι TNT2 WH NA NIV SBL * 5:15 ⸂ ἀνήγγειλεν RP f 35 TNT2 NA27+28 NIV SBL ¦ ἀνήγγειλε TR ¦ εἶπεν WH NA25 * 5:16 ⸉ τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι RP f 35 TR ¦ οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν TNT2 WH NA NIV SBL * 5:16 ⸋ καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:17 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ Ὁ δὲ WH NA25 NIV11 SBL * 5:19 ⸂ εἶπεν RP f 35 TR TNT2 ¦ ἔλεγεν WH NA NIV SBL * 5:19 ⸂2 ἐὰν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἂν WH NA25 * 5:25 ⸂ ἀκούσονται … ζήσονται RP f 35 TR ¦ ἀκούσουσιν … ζήσουσιν TNT2 WH NA NIV SBL * 5:26 ⸉ ἔδωκεν καὶ τῷ υἱῷ RP f 35 ¦ ἔδωκε καὶ τῷ υἱῷ TR ¦ καὶ τῷ υἱῷ ἔδωκεν TNT2 WH NA NIV SBL * 5:27 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:28 ⸂ ἀκούσονται RP f 35 TR ¦ ἀκούσουσιν TNT2 WH NA NIV SBL * 5:29 ⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 5:30 ⸂ τοῦ πέμψαντός με πατρός RP f 35 TR ¦ τοῦ πέμψαντός με TNT2 WH NA NIV SBL * 5:36 ⸂ ἔδωκέν RP f 35 ¦ ἔδωκέ TR ¦ δέδωκέν TNT2 WH NA NIV SBL * 5:36 ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:37 ⸂ αὐτὸς RP f 35 TR ¦ ἐκεῖνος TNT2 WH NA NIV SBL * 5:37 ⸉ ἀκηκόατε πώποτε RP f 35 TR ¦ πώποτε ἀκηκόατε TNT2 WH NA NIV SBL * 5:38 ⸉ μένοντα ἐν ὑμῖν RP f 35 TR ¦ ἐν ὑμῖν μένοντα TNT2 WH NA NIV SBL * 5:44 ⸂ ἀλλήλων RP TR TNT2 WH NA NIV SBL ¦ ἀνθρώπων f 35 * 5:46 ⸉ γὰρ ἐμοῦ RP TR TNT2 WH NA NIV SBL ¦ ἐμοῦ γὰρ f 35