6
Μετὰ ταῦτα ἀπῆλθεν Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας, τῆς Τιβεριάδος. *Καὶ ἠκολούθειαὐτῷ ὄχλος πολύς, ὅτι *2ἑώρων*αὐτοῦτὰ σημεῖα ἐποίει ἐπὶ τῶν ἀσθενούντων. Ἀνῆλθεν δὲ εἰς τὸ ὄρος *Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἑορτὴ τῶν Ἰουδαίων. Ἐπάρας οὖν * Ἰησοῦς τοὺς ὀφθαλμούς,⸊ καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς *τὸνΦίλιππον, Πόθεν *ἀγοράσομενἄρτους, ἵνα φάγωσιν οὗτοι; Τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. Ἀπεκρίθη αὐτῷ *Φίλιππος, Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος *αὐτῶνβραχύ *2τιλάβῃ. Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου, Ἔστιν παιδάριον *ἓνὧδε, *ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; 10 Εἶπεν *δὲ Ἰησοῦς, Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν *ὡσεὶπεντακισχίλιοι. 11 Ἔλαβεν *δὲτοὺς ἄρτους Ἰησοῦς, καὶ εὐχαριστήσας διέδωκεν *τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶτοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12 Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα *κλάσματα,⸃ ἵνα μή τι ἀπόληται. 13 Συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, *ἐπερίσσευσεντοῖς βεβρωκόσιν. 14 Οἱ οὖν ἄνθρωποι ἰδόντες * ἐποίησεν σημεῖον* Ἰησοῦς,⸌ ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς προφήτης ἐρχόμενος εἰς τὸν κόσμον. 15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιν *αὐτὸνβασιλέα, ἀνεχώρησεν *εἰς τὸ ὄρος αὐτὸς μόνος.
16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντες εἰς *τὸπλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ *οὐκἐληλύθει πρὸς αὐτοὺς Ἰησοῦς. 18  τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο. 19 Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε τριάκοντα, θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον· καὶ ἐφοβήθησαν. 20  δὲ λέγει αὐτοῖς, Ἐγώ εἰμι· μὴ φοβεῖσθε. 21 Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον· καὶ εὐθέως *τὸ πλοῖον ἐγένετοἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22 Τῇ ἐπαύριον ὄχλος ἑστηκὼς πέραν τῆς θαλάσσης, *ἰδὼνὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν *ἐκεῖνο εἰς ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ,⸌ καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ Ἰησοῦς εἰς τὸ *2πλοιάριον,⸃ ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον 23  *ἄλλα δὲ ἦλθεν πλοιάριαἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ κυρίου 24 ὅτε οὖν εἶδεν ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν *αὐτοὶ εἰς τὰ *πλοῖα,⸃ καὶ ἦλθον εἰς Καπερναούμ, ζητοῦντες τὸν Ἰησοῦν. 25 Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, Ῥαββί, πότε ὧδε γέγονας; 26 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. 27 Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ πατὴρ ἐσφράγισεν, θεός. 28 Εἶπον οὖν πρὸς αὐτόν, Τί *ποιῶμεν,⸃ ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; 29 Ἀπεκρίθη *Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα *πιστεύσητεεἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 30 Εἶπον οὖν αὐτῷ, Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ; 31 Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 32 Εἶπεν οὖν αὐτοῖς Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς *δέδωκενὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ· ἀλλ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. 33  γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 34 Εἶπον οὖν πρὸς αὐτόν, Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. 35 Εἶπεν *δὲαὐτοῖς Ἰησοῦς, Ἐγώ εἰμι ἄρτος τῆς ζωῆς· ἐρχόμενος πρός *2μεοὐ μὴ πεινάσῃ· καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ *3διψήσῃπώποτε. 36 Ἀλλεἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε. 37 Πᾶν δίδωσίν μοι πατὴρ πρὸς ἐμὲ ἥξει· καὶ τὸν ἐρχόμενον πρός *μεοὐ μὴ ἐκβάλω ἔξω. 38 Ὅτι καταβέβηκα *ἐκτοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 39 Τοῦτο δέ ἐστιν τὸ θέλημα *τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ *τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 Τοῦτο *δέἐστιν τὸ θέλημα τοῦ πέμψαντός με,⸃ ἵνα πᾶς θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ *τῇ ἐσχάτῃ ἡμέρᾳ.
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, Ἐγώ εἰμι ἄρτος καταβὰς ἐκ τοῦ οὐρανοῦ. 42 Καὶ ἔλεγον, *Οὐχοὗτός ἐστιν Ἰησοῦς υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς *2οὖνλέγει *οὗτοςὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 Ἀπεκρίθη *οὖν*2Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Μὴ γογγύζετε μετἀλλήλων. 44 Οὐδεὶς δύναται ἐλθεῖν πρός *με,⸃ ἐὰν μὴ πατὴρ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν *ἐντῇ ἐσχάτῃ ἡμέρᾳ. 45 Ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ *θεοῦ. Πᾶς *οὖν *ἀκούωνπαρὰ τοῦ πατρὸς καὶ μαθών, ἔρχεται πρός *2με.⸃ 46 Οὐχ ὅτι τὸν πατέρα *τις ἑώρακεν,⸊ εἰ μὴ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 47 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πιστεύων *εἰς ἐμέ,⸌ ἔχει ζωὴν αἰώνιον. 48 Ἐγώ εἰμι ἄρτος τῆς ζωῆς. 49 Οἱ πατέρες ὑμῶν ἔφαγον *τὸ μάννα ἐν τῇ ἐρήμῳ,⸊ καὶ ἀπέθανον. 50 Οὗτός ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. 51 Ἐγώ εἰμι ἄρτος ζῶν, ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, *ζήσεταιεἰς τὸν αἰῶνα. Καὶ *2 ἄρτος δὲ ὃν ἐγὼ δώσω, σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσωὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα *φαγεῖν; 53 Εἶπεν οὖν αὐτοῖς Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54  τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55  γὰρ σάρξ μου *ἀληθῶς ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶςἐστιν πόσις. 56  τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. 57 Καθὼς ἀπέστειλέν με ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα· καὶ τρώγων με, κἀκεῖνος *ζήσεταιδιἐμέ. 58 Οὗτός ἐστιν ἄρτος *ἐκ*τοῦοὐρανοῦ καταβάς· οὐ καθὼς ἔφαγον οἱ πατέρες *2ὑμῶν*3τὸ μάννα,⸌ καὶ ἀπέθανον· τρώγων *τοῦτον τὸν ἄρτον, *2ζήσεταιεἰς τὸν αἰῶνα. 59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.
60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, Σκληρός ἐστιν *οὗτος λόγος·⸊ τίς δύναται αὐτοῦ ἀκούειν; 61 Εἰδὼς δὲ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, Τοῦτο ὑμᾶς σκανδαλίζει; 62 Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63 Τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἐγὼ *λαλῶὑμῖν, πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64 Ἀλλεἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ἐξ ἀρχῆς Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν παραδώσων αὐτόν. 65 Καὶ ἔλεγεν, Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός *μου.⸌
66 Ἐκ τούτου πολλοὶ *ἀπῆλθον τῶν μαθητῶν αὐτοῦεἰς τὰ ὀπίσω, καὶ οὐκέτι μεταὐτοῦ περιεπάτουν. 67 Εἶπεν οὖν Ἰησοῦς τοῖς δώδεκα, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 Ἀπεκρίθη *οὖναὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις. 69 Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ * χριστὸς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.⸃ 70 Ἀπεκρίθη αὐτοῖς * Ἰησοῦς,⸌ Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; 71 Ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος *Ἰσκαριώτην·⸃ οὗτος γὰρ ἔμελλεν *αὐτὸν παραδιδόναι,⸊ εἷς *ὢνἐκ τῶν δώδεκα.
* 6:2 ⸂ Καὶ ἠκολούθει RP f 35 TR ¦ Ἠκολούθει δὲ TNT2 WH NA NIV SBL * 6:2 ⸂2 ἑώρων RP f 35 TR NA25 ¦ ἐθεώρουν TNT2 WH NA27+28 NIV SBL * 6:2 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:3 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:5 ⸉ ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς RP f 35 TR ¦ τοὺς ὀφθαλμούς ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL * 6:5 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:5 ⸂ ἀγοράσομεν RP f 35 TR ¦ ἀγοράσωμεν TNT2 WH NA NIV SBL * 6:7 ⸆ – RP f 35 TR TNT2 WH NIV11 SBL ¦ ὁ NA NIV73 * 6:7 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:7 ⸋2 τι RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH * 6:9 ⸋ ἓν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:9 ⸂ ὃ RP f 35 TR ¦ ὃς TNT2 WH NA NIV SBL * 6:10 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:10 ⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL * 6:11 ⸂ δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 6:11 ⸋ τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:12 ⸂ κλάσματα RP TR TNT2 WH NA NIV SBL ¦ τῶν κλασμάτων f 35 * 6:13 ⸂ ἐπερίσσευσεν RP f 35 ¦ ἐπερίσσευσε TR ¦ ἐπερίσσευσαν TNT2 WH NA NIV SBL * 6:14 ⸂ ὃ ἐποίησεν σημεῖον RP f 35 TNT2 NA NIV SBL ¦ ὃ ἐποίησε σημεῖον TR ¦ ἃ ἐποίησεν σημεῖα WH * 6:14 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:15 ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:15 ⸆ – RP ¦ πάλιν f 35 TR TNT2 WH NA NIV SBL * 6:17 ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:17 ⸂ οὐκ RP f 35 TR ¦ οὔπω TNT2 WH NA NIV SBL * 6:21 ⸉ τὸ πλοῖον ἐγένετο RP f 35 TR ¦ ἐγένετο τὸ πλοῖον TNT2 WH NA NIV SBL * 6:22 ⸂ ἰδὼν RP f 35 TR ¦ εἶδον TNT2 WH NA NIV SBL * 6:22 ⸋ ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:22 ⸂2 πλοιάριον RP f 35 TR ¦ πλοῖον TNT2 WH NA NIV SBL * 6:23 ⸂ ἄλλα δὲ ἦλθεν πλοιάρια RP f 35 ¦ ἄλλα δὲ ἦλθε πλοιάρια TR ¦ ἄλλα ἦλθεν πλοιάρια TNT2 NA NIV73 ¦ ἀλλὰ ἦλθεν πλοῖα WH ¦ ἄλλα ἦλθεν πλοῖα NIV11 ¦ ἀλλὰ ἦλθεν πλοιάρια SBL * 6:24 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 6:24 ⸂ πλοῖα RP f 35 TR ¦ πλοιάρια TNT2 WH NA NIV SBL * 6:28 ⸂ ποιῶμεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ποιοῦμεν TR * 6:29 ⸆ – RP f 35 NA25 NIV11 ¦ ὁ TR TNT2 WH NA27+28 NIV73 SBL * 6:29 ⸂ πιστεύσητε RP f 35 TR ¦ πιστεύητε TNT2 WH NA NIV SBL * 6:32 ⸂ δέδωκεν RP f 35 TR NA NIV SBL ¦ ἔδωκεν TNT2 WH * 6:35 ⸂ δὲ RP f 35 TR ¦ – TNT2 WH NA SBL ¦ οὖν NIV * 6:35 ⸂2 με RP f 35 TR ¦ ἐμὲ TNT2 WH NA NIV SBL * 6:35 ⸂3 διψήσῃ RP f 35 TR ¦ διψήσει TNT2 WH NA NIV SBL * 6:37 ⸂ με RP f 35 TR TNT2 WH NA25 SBL ¦ ἐμὲ NA27+28 NIV * 6:38 ⸂ ἐκ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL * 6:39 ⸂ τοῦ πέμψαντός με πατρός … τοῦ πέμψαντός με RP f 35 TR ¦ τοῦ πέμψαντός με … τοῦ πατρός μου TNT2 WH NA NIV SBL * 6:39 ⸆ – RP TNT2 WH NIV11 SBL ¦ ἐν f 35 TR NA NIV73 * 6:40 ⸂ δέ RP f 35 TR ¦ γάρ TNT2 WH NA NIV SBL * 6:40 ⸆ – RP f 35 TR TNT2 WH NIV11 SBL ¦ ἐν NA NIV73 * 6:42 ⸂ Οὐχ RP f 35 TR NA NIV SBL ¦ Οὐχὶ TNT2 WH * 6:42 ⸂2 οὖν RP f 35 TR ¦ νῦν TNT2 WH NA NIV SBL * 6:42 ⸋ οὗτος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:43 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:43 ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:44 ⸂ με RP f 35 TR WH NA NIV SBL ¦ ἐμέ TNT2 * 6:44 ⸋ ἐν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 6:45 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 6:45 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:45 ⸂ ἀκούων RP f 35 ¦ ἀκούσας TR TNT2 WH NA NIV SBL * 6:45 ⸂2 με RP f 35 TR ¦ ἐμέ TNT2 WH NA NIV SBL * 6:46 ⸉ τις ἑώρακεν RP f 35 TR ¦ ἑώρακέν τις TNT2 WH NA NIV SBL * 6:47 ⸋ εἰς ἐμέ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 6:49 ⸉ τὸ μάννα ἐν τῇ ἐρήμῳ RP f 35 TR ¦ ἐν τῇ ἐρήμῳ τὸ μάννα TNT2 WH NA NIV SBL * 6:51 ⸂ ζήσεται RP f 35 TR TNT2 ¦ ζήσει WH NA NIV SBL * 6:51 ⸂2 ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω RP f 35 TR ¦ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν TNT2 WH NA NIV SBL * 6:52 ⸆ – RP f 35 TR TNT2 NA25 ¦ αὐτοῦ WH NA27+28 NIV SBL * 6:55 ⸂ ἀληθῶς … ἀληθῶς RP f 35 TR ¦ ἀληθής … ἀληθής TNT2 WH NA NIV SBL * 6:57 ⸂ ζήσεται RP f 35 TR ¦ ζήσει TNT2 WH NA NIV SBL * 6:58 ⸂ ἐκ RP f 35 TR ¦ ἐξ TNT2 WH NA NIV SBL * 6:58 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:58 ⸋2 ὑμῶν RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 6:58 ⸋3 τὸ μάννα RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 6:58 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ μου f 35 * 6:58 ⸂2 ζήσεται RP f 35 TR ¦ ζήσει TNT2 WH NA NIV SBL * 6:60 ⸉ οὗτος ὁ λόγος RP f 35 TR ¦ ὁ λόγος οὗτος TNT2 WH NA NIV SBL * 6:63 ⸂ λαλῶ RP f 35 TR ¦ λελάληκα TNT2 WH NA NIV SBL * 6:65 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:66 ⸂ ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP f 35 TR ¦ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον TNT2 WH NA27+28 NIV SBL ¦ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον NA25 * 6:68 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 6:69 ⸂ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος RP f 35 TR ¦ ὁ ἅγιος τοῦ θεοῦ TNT2 WH NA NIV SBL * 6:70 ⸋ ὁ Ἰησοῦς RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 6:71 ⸂ Ἰσκαριώτην RP f 35 TR ¦ Ἰσκαριώτου TNT2 WH NA NIV SBL * 6:71 ⸉ αὐτὸν παραδιδόναι RP f 35 TR ¦ παραδιδόναι αὐτὸν TNT2 WH NA NIV SBL * 6:71 ⸋ ὢν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL