9
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Ῥαββί, τίς ἥμαρτεν, οὗτος οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Ἀπεκρίθη *Ἰησοῦς, Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. *Ἐμὲδεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ , φῶς εἰμι τοῦ κόσμου. Ταῦτα εἰπών, ἔπτυσεν χαμαί, καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ *ἐπέχρισεν*τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς *τοῦ τυφλοῦ,⸌ καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ἑρμηνεύεται, Ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι *τυφλὸςἦν, ἔλεγον, Οὐχ οὗτός ἐστιν καθήμενος καὶ προσαιτῶν; *Ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι*Ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. 10 Ἔλεγον οὖν αὐτῷ, Πῶς *ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11 Ἀπεκρίθη ἐκεῖνος *καὶ εἶπεν,⸌ *Ἄνθρωπος λεγόμενοςἸησοῦς πηλὸν ἐποίησεν, καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμούς, καὶ εἶπέν μοι, *Ὕπαγε εἰς *2τὴν κολυμβήθραν τοῦ Σιλωάμ,⸃ καὶ νίψαι. Ἀπελθὼν *3δὲκαὶ νιψάμενος, ἀνέβλεψα. 12  *Εἶπον οὖναὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; Λέγει, Οὐκ οἶδα.
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14 Ἦν δὲ σάββατον *ὅτετὸν πηλὸν ἐποίησεν Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι, πῶς ἀνέβλεψεν. δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν *μου ἐπὶ τοὺς ὀφθαλμούς,⸊ καὶ ἐνιψάμην, καὶ βλέπω. 16 Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, *Οὗτος ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ,⸃ ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄλλοι *ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 Λέγουσιν *τῷ τυφλῷ πάλιν, *Σὺ τίλέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέν σου τοὺς ὀφθαλμούς; δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. 18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι *τυφλὸς ἦνκαὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ *τοῦ ἀναβλέψαντος,⸌ 19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν *ἄρτι βλέπει;⸊ 20 Ἀπεκρίθησαν *δὲ*αὐτοῖςοἱ γονεῖς αὐτοῦ καὶ εἶπον, Οἴδαμεν ὅτι οὗτός ἐστιν υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν· τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἡμεῖς οὐκ οἴδαμεν· *αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε,⸃ αὐτὸς περὶ *2ἑαυτοῦλαλήσει. 22 Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. 23 Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι Ἡλικίαν ἔχει, αὐτὸν *ἐρωτήσατε.⸃ 24 Ἐφώνησαν οὖν *ἐκ δευτέρου τὸν ἄνθρωπονὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ, Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι *2 ἄνθρωπος οὗτοςἁμαρτωλός ἐστιν. 25 Ἀπεκρίθη οὖν ἐκεῖνος *καὶ εἶπεν,⸌ Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω. 26 Εἶπον *δὲαὐτῷ *πάλιν,⸌ Τί ἐποίησέν σοι; Πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 Ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28  *Ἐλοιδόρησαναὐτόν, καὶ εἶπον, Σὺ *εἶ μαθητὴςἐκείνου· ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί. 29 Ἡμεῖς οἴδαμεν ὅτι Μωσῃ λελάληκεν θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 Ἀπεκρίθη ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν *γὰρ τούτῳ*θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξέν μου τοὺς ὀφθαλμούς. 31 Οἴδαμεν *δὲὅτι *ἁμαρτωλῶν θεὸςοὐκ ἀκούει· ἀλλἐάν τις θεοσεβὴς , καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32 Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. 33 Εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης *ὅλος,⸃ καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 Ἤκουσεν *Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτόν, εἶπεν *2αὐτῷ,⸌ Σὺ πιστεύεις εἰς *τὸν υἱὸν τοῦ θεοῦ;⸃ 36 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, *Καὶτίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 Εἶπεν *δὲαὐτῷ Ἰησοῦς, Καὶ ἑώρακας αὐτόν, καὶ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38  δὲ ἔφη, Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39 Καὶ εἶπεν Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40  *Καὶἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ *ὄντες μεταὐτοῦ,⸊ καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 Εἶπεν αὐτοῖς Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· *οὖνἁμαρτία ὑμῶν μένει.
* 9:3 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 9:4 ⸂ Ἐμὲ RP f 35 TR ¦ Ἡμᾶς TNT2 WH NA NIV SBL * 9:6 ⸂ ἐπέχρισεν RP f 35 TNT2 NA27+28 NIV SBL ¦ ἐπέχρισε TR ¦ ἐπέθηκεν WH NA25 * 9:6 ⸆ – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 9:6 ⸋ τοῦ τυφλοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:8 ⸂ τυφλὸς RP f 35 TR ¦ προσαίτης TNT2 WH NA NIV SBL * 9:9 ⸂ Ἄλλοι ἔλεγον ὅτι … ἄλλοι δὲ ὅτι RP f 35 TR ¦ Ἄλλοι ἔλεγον ὅτι … ἄλλοι ἔλεγον TNT2 WH NA NIV SBL * 9:9 ⸆ – RP f 35 TR ¦ Οὐχί, ἀλλ᾽ TNT2 NA28 ¦ Οὐχί, ἀλλὰ WH NA25+27 NIV SBL * 9:10 ⸆ – RP f 35 TR TNT2 SBL ¦ οὖν WH NA NIV * 9:11 ⸋ καὶ εἶπεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:11 ⸂ Ἄνθρωπος λεγόμενος RP f 35 TR ¦ Ὁ ἄνθρωπος ὁ λεγόμενος TNT2 WH NA NIV SBL * 9:11 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 9:11 ⸂2 τὴν κολυμβήθραν τοῦ Σιλωάμ RP f 35 TR ¦ τὸν Σιλωάμ TNT2 WH NA NIV SBL * 9:11 ⸂3 δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 9:12 ⸂ Εἶπον οὖν RP f 35 TR ¦ Καὶ εἶπαν TNT2 WH NA NIV SBL * 9:14 ⸂ ὅτε RP f 35 TR ¦ ἐν ᾗ ἡμέρᾳ TNT2 WH NA NIV SBL * 9:15 ⸉ μου ἐπὶ τοὺς ὀφθαλμούς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπὶ τοὺς ὀφθαλμούς μου TR * 9:16 ⸂ Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ RP f 35 ¦ Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ θεοῦ TR ¦ Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος TNT2 WH NA NIV SBL * 9:16 ⸆ – RP f 35 TR TNT2 SBL ¦ δὲ WH NA NIV * 9:17 ⸆ – RP TR ¦ οὖν f 35 TNT2 WH NA NIV SBL * 9:17 ⸉ Σὺ τί RP f 35 TR ¦ Τί σὺ TNT2 WH NA NIV SBL * 9:18 ⸉ τυφλὸς ἦν RP f 35 TR ¦ ἦν τυφλὸς TNT2 WH NA NIV SBL * 9:18 ⸋ τοῦ ἀναβλέψαντος RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 9:19 ⸉ ἄρτι βλέπει RP f 35 TR ¦ βλέπει ἄρτι TNT2 WH NA NIV SBL * 9:20 ⸂ δὲ RP f 35 ¦ – TR ¦ οὖν TNT2 WH NA NIV SBL * 9:20 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:21 ⸂ αὐτὸς ἡλικίαν ἔχει· αὐτὸν ἐρωτήσατε RP f 35 TR ¦ αὐτὸν ἐρωτήσατε· ἡλικίαν ἔχει TNT2 WH NA NIV SBL * 9:21 ⸂2 ἑαυτοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ TR * 9:23 ⸂ ἐρωτήσατε RP f 35 TR TNT2 ¦ ἐπερωτήσατε WH NA NIV SBL * 9:24 ⸉ ἐκ δευτέρου τὸν ἄνθρωπον RP f 35 TR ¦ τὸν ἄνθρωπον ἐκ δευτέρου TNT2 WH NA NIV SBL * 9:24 ⸉2 ὁ ἄνθρωπος οὗτος RP f 35 TR TNT2 ¦ οὗτος ὁ ἄνθρωπος WH NA NIV SBL * 9:25 ⸋ καὶ εἶπεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:26 ⸂ δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 9:26 ⸋ πάλιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:28 ⸂ Ἐλοιδόρησαν RP f 35 SBL ¦ Ἐλοιδόρησαν οὖν TR ¦ Οἱ δὲ ἐλοιδόρησαν TNT2 ¦ Καὶ ἐλοιδόρησαν WH NA NIV * 9:28 ⸉ εἶ μαθητὴς RP f 35 TR ¦ μαθητὴς εἶ TNT2 WH NA NIV SBL * 9:30 ⸉ γὰρ τούτῳ RP f 35 TR ¦ τούτῳ γὰρ TNT2 WH NA NIV SBL * 9:30 ⸆ – RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL * 9:31 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:31 ⸉ ἁμαρτωλῶν ὁ θεὸς RP f 35 TR NA27+28 NIV SBL ¦ ὁ θεὸς ἁμαρτωλῶν TNT2 WH NA25 * 9:34 ⸂ ὅλος RP TR TNT2 WH NA NIV SBL ¦ ὅλως f 35 * 9:35 ⸋ ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:35 ⸋2 αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:35 ⸂ τὸν υἱὸν τοῦ θεοῦ RP f 35 TR TNT2 ¦ τὸν υἱὸν τοῦ ἀνθρώπου WH NA NIV SBL * 9:36 ⸋ Καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 9:37 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:40 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:40 ⸉ ὄντες μετ᾽ αὐτοῦ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ ὄντες TNT2 WH NA NIV SBL * 9:41 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL