11
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ. Εἶπεν δὲ αὐτοῖς, Ὅταν προσεύχησθε, λέγετε, *Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς,⸃ ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω βασιλεία σου. *Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.⸌ Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθἡμέραν. Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, *ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.⸌
Καὶ εἶπεν πρὸς αὐτούς, Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος *παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστάς, διὰ τὸ εἶναι *αὐτοῦ φίλον,⸊ διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ *ὅσονχρῄζει. Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 10 Πᾶς γὰρ αἰτῶν λαμβάνει· καὶ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιγήσεται. 11 Τίνα δὲ *ὑμῶν τὸν πατέρα αἰτήσει υἱὸς *ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶἰχθύν, *2μὴἀντὶ ἰχθύος ὄφιν *ἐπιδώσει αὐτῷ;⸊ 12  καὶ *ἐὰν αἰτήσῃᾠόν, *μὴἐπιδώσει αὐτῷ σκορπίον; 13 Εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε *δόματα ἀγαθὰδιδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον πατὴρ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;
14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον, *καὶ αὐτὸ ἦνκωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι. 15 Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, Ἐν Βεελζεβοὺλ *ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 16 Ἕτεροι δὲ πειράζοντες σημεῖον *παραὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.⸊ 17 Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, Πᾶσα βασιλεία ἐφἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται· καὶ οἶκος ἐπὶ οἶκον, πίπτει. 18 Εἰ δὲ καὶ Σατανᾶς ἐφἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται βασιλεία αὐτοῦ; Ὅτι λέγετε, Ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια. 19 Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο *κριταὶ ὑμῶν αὐτοὶἔσονται. 20 Εἰ δὲ ἐν δακτύλῳ θεοῦ *ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφὑμᾶς βασιλεία τοῦ θεοῦ. 21 Ὅταν ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· 22 ἐπὰν δὲ *ἰσχυρότερος *2αὐτοῦἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. 23  μὴ ὢν μετἐμοῦ κατἐμοῦ ἐστιν· καὶ μὴ συνάγων μετἐμοῦ σκορπίζει. 24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· καὶ μὴ εὑρίσκον *λέγει, Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον. 25 Καὶ ἐλθὸν εὑρίσκει *σεσαρωμένον καὶ κεκοσμημένον. 26 Τότε πορεύεται καὶ παραλαμβάνει *ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ,⸊ καὶ *ἐλθόντακατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις *γυνὴ φωνὴνἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία κοιλία βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας. 28 Αὐτὸς δὲ εἶπεν, Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες *αὐτόν.⸌
29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν, γενεὰ αὕτη *πονηράἐστιν· σημεῖον *2ἐπιζητεῖ,⸃ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ *τοῦ προφήτου.⸌ 30 Καθὼς γὰρ ἐγένετο *Ἰωνᾶς *σημεῖον τοῖς Νινευΐταις,⸊ οὕτως ἔσται καὶ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. 31 Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδού, πλεῖον Σολομῶνος ὧδε. 32 Ἄνδρες *Νινευῒἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδού, πλεῖον Ἰωνᾶ ὧδε.
33 Οὐδεὶς *δὲλύχνον ἅψας εἰς *κρύπτηντίθησιν, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ *2φέγγοςβλέπωσιν. 34  λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμός· *ὅταν *οὖν ὀφθαλμός σου ἁπλοῦς , *2καὶὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς , καὶ τὸ σῶμά σου σκοτεινόν. 35 Σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. 36 Εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον *τι μέροςσκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
37 Ἐν δὲ τῷ λαλῆσαι, *ἠρώτααὐτὸν Φαρισαῖός *τιςὅπως ἀριστήσῃ παραὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν. 38  δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. 39 Εἶπεν δὲ κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. 40 Ἄφρονες, οὐχ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν; 41 Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδού, πάντα καθαρὰ ὑμῖν ἐστιν.
42 Ἀλλοὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα *ἔδει ποιῆσαι, κἀκεῖνα μὴ *ἀφιέναι.⸃ 43 Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. 44 Οὐαὶ ὑμῖν, *γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί,⸌ ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι *περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. 46  δὲ εἶπεν, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. 47 Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. 48 Ἄρα *μαρτυρεῖτεκαὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε *αὐτῶν τὰ μνημεῖα.⸌ 49 Διὰ τοῦτο καὶ σοφία τοῦ θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ *ἐκδιώξουσιν·⸃ 50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ *ἐκχυνόμενονἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, 51 ἀπὸ *τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματοςΖαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 52 Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
53  *Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς,⸃ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς *2ἐνέχειν,⸃ καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, 54 ἐνεδρεύοντες αὐτόν, *ζητοῦντεςθηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, *ἵνα κατηγορήσωσιν αὐτοῦ.⸌
* 11:2 ⸂ Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς RP f 35 TR ¦ Πάτερ TNT2 WH NA NIV SBL * 11:2 ⸋ Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:4 ⸋ ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:6 ⸆ – RP f 35 ¦ μου TR TNT2 WH NA NIV SBL * 11:8 ⸉ αὐτοῦ φίλον RP f 35 TR ¦ φίλον αὐτοῦ TNT2 WH NA NIV SBL * 11:8 ⸂ ὅσον RP f 35 ¦ ὅσων TR TNT2 WH NA NIV SBL * 11:11 ⸆ – RP f 35 TR ¦ ἐξ TNT2 WH NA NIV SBL * 11:11 ⸂ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἢ καὶ RP f 35 TNT2 ¦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Εἰ καὶ TR ¦ – WH NA NIV SBL * 11:11 ⸂2 μὴ RP f 35 TR TNT2 WH NA25 ¦ καὶ NA27+28 NIV SBL * 11:11 ⸉ ἐπιδώσει αὐτῷ RP f 35 TR ¦ αὐτῷ ἐπιδώσει TNT2 WH NA NIV SBL * 11:12 ⸂ ἐὰν αἰτήσῃ RP f 35 TR ¦ αἰτήσει TNT2 WH NA NIV SBL * 11:12 ⸋ μὴ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 11:13 ⸉ δόματα ἀγαθὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀγαθὰ δόματα TR * 11:14 ⸋ καὶ αὐτὸ ἦν RP f 35 TR TNT2 NA NIV73 ¦ – WH NIV11 SBL * 11:15 ⸆ – RP f 35 TR ¦ τῷ TNT2 WH NA NIV SBL * 11:16 ⸉ παρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ RP f 35 TR ¦ ἐξ οὐρανοῦ ἐζήτουν παρ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL * 11:19 ⸉ κριταὶ ὑμῶν αὐτοὶ RP TR ¦ κριταὶ αὐτοὶ ὑμῶν f 35 ¦ αὐτοὶ κριταὶ ὑμῶν TNT2 ¦ αὐτοὶ ὑμῶν κριταὶ WH NA NIV SBL * 11:20 ⸆ – RP f 35 TR SBL ¦ ἐγὼ TNT2 WH NA NIV * 11:22 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:22 ⸋2 αὐτοῦ RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 11:24 ⸆ – RP f 35 TR TNT2 NA25 SBL ¦ τότε WH NA27+28 NIV * 11:25 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ σχολάζοντα WH * 11:26 ⸉ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ RP f 35 TR ¦ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτὰ TNT2 WH NA NIV SBL * 11:26 ⸂ ἐλθόντα RP f 35 ¦ εἰσελθόντα TR TNT2 WH NA NIV SBL * 11:27 ⸉ γυνὴ φωνὴν RP f 35 TR TNT2 ¦ φωνὴν γυνὴ WH NA NIV SBL * 11:28 ⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:29 ⸂ πονηρά RP f 35 TR ¦ γενεὰ πονηρά TNT2 WH NA NIV SBL * 11:29 ⸂2 ἐπιζητεῖ RP f 35 TR ¦ ζητεῖ TNT2 WH NA NIV SBL * 11:29 ⸋ τοῦ προφήτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:30 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ WH NA25 * 11:30 ⸉ σημεῖον τοῖς Νινευΐταις RP f 35 TR ¦ τοῖς Νινευΐταις σημεῖον TNT2 NA NIV SBL ¦ τοῖς Νινευείταις σημεῖον WH * 11:32 ⸂ Νινευῒ RP f 35 TR ¦ Νινευῖται TNT2 NA NIV SBL ¦ Νινευεῖται WH * 11:33 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:33 ⸂ κρύπτην RP f 35 TNT2 WH NA NIV SBL ¦ κρυπτόν TR * 11:33 ⸂2 φέγγος RP f 35 TR NA25 SBL ¦ φῶς TNT2 WH NA27+28 NIV * 11:34 ⸆ – RP f 35 TR ¦ σου TNT2 WH NA NIV SBL * 11:34 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:34 ⸋2 καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 11:36 ⸉ τι μέρος RP f 35 TR ¦ μέρος τι TNT2 WH NA NIV SBL * 11:37 ⸂ ἠρώτα RP f 35 TR ¦ ἐρωτᾷ TNT2 WH NA NIV SBL * 11:37 ⸋ τις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:42 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 11:42 ⸂ ἀφιέναι RP f 35 TR ¦ παρεῖναι TNT2 WH NA NIV SBL * 11:44 ⸋ γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:44 ⸆ – RP f 35 NIV11 ¦ οἱ TR TNT2 WH NA NIV73 SBL * 11:48 ⸂ μαρτυρεῖτε RP f 35 TR ¦ μάρτυρές ἐστε TNT2 WH NA NIV SBL * 11:48 ⸋ αὐτῶν τὰ μνημεῖα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 11:49 ⸂ ἐκδιώξουσιν RP f 35 TR TNT2 ¦ διώξουσιν WH NA NIV SBL * 11:50 ⸂ ἐκχυνόμενον RP f 35 TR ¦ ἐκκεχυμένον TNT2 WH NA NIV SBL * 11:51 ⸂ τοῦ αἵματος … τοῦ αἵματος RP f 35 TR NIV73 ¦ αἵματος … αἵματος TNT2 WH NA NIV11 SBL * 11:53 ⸂ Λέγοντος δὲ αὐτοῦ ταῦτα πρὸς αὐτούς RP f 35 TR ¦ Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ TNT2 WH NA NIV SBL * 11:53 ⸂2 ἐνέχειν RP TR TNT2 WH NA NIV SBL ¦ συνέχειν f 35 * 11:54 ⸂ ζητοῦντες RP f 35 TNT2 ¦ καὶ ζητοῦντες TR ¦ – WH NA NIV SBL * 11:54 ⸋ ἵνα κατηγορήσωσιν αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL