12
Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης *τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.⸊ Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστίν, οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, οὐ γνωσθήσεται. Ἀνθὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται· καὶ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι *ἐξουσίαν ἔχονταἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. Οὐχὶ πέντε στρουθία *πωλεῖταιἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ *οὖνφοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂν *ὁμολογήσῃἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. 10 Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11 Ὅταν δὲ *προσφέρωσινὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ *2μεριμνᾶτε*3πῶς τί ἀπολογήσησθε, τί εἴπητε·⸃ 12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, δεῖ εἰπεῖν.
13 Εἶπεν δέ τις *αὐτῷ ἐκ τοῦ ὄχλου,⸊ Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετἐμοῦ τὴν κληρονομίαν. 14  δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησεν *δικαστὴν μεριστὴν ἐφὑμᾶς; 15 Εἶπεν δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ *τῆςπλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ *2 ζωὴ αὐτῷ ἐστὶν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.⸃ 16 Εἶπεν δὲ παραβολὴν πρὸς αὐτούς, λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν χώρα· 17 καὶ διελογίζετο ἐν *ἑαυτῷλέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 Καὶ εἶπεν, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα *τὰ γενήματά μουκαὶ τὰ ἀγαθά μου. 19 Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 Εἶπεν δὲ αὐτῷ θεός, *Ἄφρον,⸃ ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου *2ἀπαιτοῦσινἀπὸ σοῦ· δὲ ἡτοίμασας, τίνι ἔσται; 21 Οὕτως θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς θεὸν πλουτῶν.
22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Διὰ τοῦτο *ὑμῖν λέγω,⸊ μὴ μεριμνᾶτε *τῇ ψυχῇ ὑμῶν, τί φάγητε· μηδὲ τῷ σώματι,⸃ τί *2ἐνδύσησθε.⸃ 23  *ψυχὴ *πλεῖόνἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24 Κατανοήσατε τοὺς κόρακας, ὅτι *οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν,⸃ οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν; 25 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται *προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦπῆχυν *ἕνα;⸌ 26 Εἰ οὖν *οὔτεἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 Κατανοήσατε τὰ κρίνα *πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει·⸃ λέγω *δὲὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 Εἰ δὲ *τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα,⸃ καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, θεὸς οὕτως *2ἀμφιέννυσιν,⸃ πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29 Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε, *τί πίητε· καὶ μὴ μετεωρίζεσθε. 30 Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου *ἐπιζητεῖ·⸃ ὑμῶν δὲ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 Πλὴν ζητεῖτε τὴν βασιλείαν *τοῦ θεοῦ,⸃ καὶ ταῦτα *πάνταπροστεθήσεται ὑμῖν. 32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ καρδία ὑμῶν ἔσται.
35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε *ἀναλύσῃἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38  *Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ,⸃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν *2οἱ δοῦλοι ἐκεῖνοι.⸃ 39 Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ ὥρᾳ κλέπτης ἔρχεται, *ἐγρηγόρησεν ἄν, καὶ*οὐκ ἂν ἀφῆκενδιορυγῆναι τὸν οἶκον αὐτοῦ. 40 Καὶ ὑμεῖς *οὖνγίνεσθε ἕτοιμοι· ὅτι ὥρᾳ οὐ δοκεῖτε υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41 Εἶπεν δὲ *αὐτῷ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, καὶ πρὸς πάντας; 42  *Εἶπεν δὲ κύριος, Τίς ἄρα ἐστὶν πιστὸς οἰκονόμος *καὶ*φρόνιμος, ὃν καταστήσει κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ *2τὸσιτομέτριον; 43 Μακάριος δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 44 Ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 Ἐὰν δὲ εἴπῃ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι· 46 ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ οὐ γινώσκει· καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47 Ἐκεῖνος δὲ δοῦλος γνοὺς τὸ θέλημα τοῦ κυρίου *ἑαυτοῦ,⸃ καὶ μὴ ἑτοιμάσας *2μηδὲποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· 48  δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παραὐτοῦ· καὶ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49 Πῦρ ἦλθον βαλεῖν *εἰςτὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50 Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως *οὗτελεσθῇ. 51 Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλ διαμερισμόν. 52 Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν *οἴκῳ ἑνὶδιαμεμερισμένοι, τρεῖς ἐπὶ δυσίν, καὶ δύο ἐπὶ τρισίν. 53  *Διαμερισθήσεταιπατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί· *2μήτηρ ἐπὶ θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί·⸃ *3πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.⸃ 54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε *τὴννεφέλην ἀνατέλλουσαν *ἀπὸδυσμῶν, εὐθέως λέγετε, *Ὄμβρος ἔρχεται· καὶ γίνεται οὕτως. 55 Καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται· καὶ γίνεται. 56 Ὑποκριταί, τὸ πρόσωπον *τῆς γῆς καὶ τοῦ οὐρανοῦοἴδατε δοκιμάζειν· τὸν *2δὲ καιρὸντοῦτον πῶς *οὐ δοκιμάζετε;⸃ 57 Τί δὲ καὶ ἀφἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58 Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπαὐτοῦ· μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ κριτής σε *παραδῷτῷ πράκτορι, καὶ πράκτωρ *2σε βάλῃεἰς φυλακήν. 59 Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως *οὗκαὶ *τὸνἔσχατον λεπτὸν ἀποδῷς.
* 12:1 ⸉ τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις RP f 35 TR TNT2 ¦ ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NA NIV SBL * 12:5 ⸉ ἐξουσίαν ἔχοντα RP f 35 TR ¦ ἔχοντα ἐξουσίαν TNT2 WH NA NIV SBL * 12:6 ⸂ πωλεῖται RP f 35 TR ¦ πωλοῦνται TNT2 WH NA NIV SBL * 12:7 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:8 ⸂ ὁμολογήσῃ RP f 35 TR TNT2 NA NIV SBL ¦ ὁμολογήσει WH * 12:11 ⸂ προσφέρωσιν RP f 35 TR ¦ εἰσφέρωσιν TNT2 WH NA NIV SBL * 12:11 ⸂2 μεριμνᾶτε RP f 35 TR ¦ μεριμνήσητε TNT2 WH NA NIV SBL * 12:11 ⸂3 πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε RP TR TNT2 WH NA NIV11 SBL ¦ πῶς ἢ τί ἀπολογήσεσθε, ἢ τί εἴπητε f 35 ¦ πῶς ἀπολογήσησθε, ἢ τί εἴπητε NIV73 * 12:13 ⸉ αὐτῷ ἐκ τοῦ ὄχλου RP f 35 TR TNT2 ¦ ἐκ τοῦ ὄχλου αὐτῷ WH NA NIV SBL * 12:14 ⸂ δικαστὴν RP f 35 TR ¦ κριτὴν TNT2 WH NA NIV SBL * 12:15 ⸂ τῆς RP f 35 TR ¦ πάσης TNT2 WH NA NIV SBL * 12:15 ⸂2 ἡ ζωὴ αὐτῷ … τῶν ὑπαρχόντων αὐτοῦ RP ¦ ἡ ζωὴ αὐτοῦ … τῶν ὑπαρχόντων αὐτοῦ f 35 TR ¦ ἡ ζωὴ αὐτοῦ … τῶν ὑπαρχόντων αὐτῷ TNT2 WH NA NIV SBL * 12:17 ⸂ ἑαυτῷ RP f 35 TR TNT2 NA NIV SBL ¦ αὑτῷ WH * 12:18 ⸂ τὰ γενήματά μου RP f 35 TR ¦ τὸν σῖτον TNT2 WH NA NIV SBL * 12:20 ⸂ Ἄφρον RP f 35 ¦ Ἄφρων TR TNT2 WH NA NIV SBL * 12:20 ⸂2 ἀπαιτοῦσιν RP f 35 TR NA NIV SBL ¦ αἰτοῦσιν TNT2 WH * 12:22 ⸉ ὑμῖν λέγω RP TR ¦ λέγω ὑμῖν f 35 TNT2 WH NA NIV SBL * 12:22 ⸂ τῇ ψυχῇ ὑμῶν … τῷ σώματι RP f 35 TR ¦ τῇ ψυχῇ … τῷ σώματι TNT2 NA27+28 NIV SBL ¦ τῇ ψυχῇ … τῷ σώματι ὑμῶν WH NA25 * 12:22 ⸂2 ἐνδύσησθε RP TR TNT2 WH NA NIV SBL ¦ ἐνδύσεσθε f 35 * 12:23 ⸆ – RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL * 12:23 ⸂ πλεῖόν RP TR TNT2 WH NA NIV SBL ¦ πλείων f 35 * 12:24 ⸂ οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ οὔτε σπείρουσιν οὔτε θερίζουσιν NA25 * 12:25 ⸉ προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ RP f 35 TR TNT2 ¦ ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι WH NA NIV SBL * 12:25 ⸋ ἕνα RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL * 12:26 ⸂ οὔτε RP f 35 TR ¦ οὐδὲ TNT2 WH NA NIV SBL * 12:27 ⸂ πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ πῶς οὔτε νήθει οὔτε ὑφαίνει NA25 * 12:27 ⸋ δὲ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 12:28 ⸂ τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP f 35 TR ¦ τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα TNT2 ¦ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NA NIV SBL * 12:28 ⸂2 ἀμφιέννυσιν RP f 35 ¦ ἀμφιέννυσι TR ¦ ἀμφιέζει TNT2 NA NIV SBL ¦ ἀμφιάζει WH * 12:29 ⸂ ἢ RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 12:30 ⸂ ἐπιζητεῖ RP f 35 TR ¦ ἐπιζητοῦσιν TNT2 WH NA NIV SBL * 12:31 ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 12:31 ⸋ πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:36 ⸂ ἀναλύσῃ RP TNT2 WH NA NIV SBL ¦ ἀναλύσει f 35 TR * 12:38 ⸂ Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ RP f 35 TR ¦ Κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ TNT2 WH NA NIV SBL * 12:38 ⸂2 οἱ δοῦλοι ἐκεῖνοι RP f 35 TR TNT2 ¦ ἐκεῖνοι WH NA NIV SBL * 12:39 ⸋ ἐγρηγόρησεν ἄν καὶ RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL * 12:39 ⸂ οὐκ ἂν ἀφῆκεν RP f 35 TR NA NIV SBL ¦ οὐκ ἀφῆκεν TNT2 WH * 12:40 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:41 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:42 ⸂ Εἶπεν δὲ RP f 35 ¦ Εἶπε δὲ TR ¦ Καὶ εἶπεν TNT2 WH NA NIV SBL * 12:42 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:42 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 12:42 ⸋2 τὸ RP f 35 TR WH NA NIV SBL ¦ – TNT2 * 12:47 ⸂ ἑαυτοῦ RP TR ¦ αὐτοῦ f 35 TNT2 WH NA NIV SBL * 12:47 ⸂2 μηδὲ RP f 35 TR TNT2 ¦ ἢ WH NA NIV SBL * 12:49 ⸂ εἰς RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL * 12:50 ⸂ οὗ RP f 35 TR ¦ ὅτου TNT2 WH NA NIV SBL * 12:52 ⸉ οἴκῳ ἑνὶ RP f 35 TR ¦ ἑνὶ οἴκῳ TNT2 WH NA NIV SBL * 12:53 ⸂ Διαμερισθήσεται RP f 35 TR ¦ Διαμερισθήσονται TNT2 WH NA NIV SBL * 12:53 ⸂2 μήτηρ ἐπὶ θυγατρί, καὶ θυγάτηρ ἐπὶ μητρί· RP f 35 TR ¦ μήτηρ ἐπὶ θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα· TNT2 WH SBL ¦ μήτηρ ἐπὶ θυγατέρα, καὶ θυγάτηρ ἐπὶ μητέρα· NA25 ¦ μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα· NA27+28 NIV * 12:53 ⸂3 πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς· RP f 35 TR ¦ πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθερὰν· TNT2 WH NA NIV SBL * 12:54 ⸋ τὴν RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 12:54 ⸂ ἀπὸ RP f 35 TR TNT2 ¦ ἐπὶ WH NA NIV SBL * 12:54 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 12:56 ⸉ τῆς γῆς καὶ τοῦ οὐρανοῦ RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς f 35 * 12:56 ⸉2 δὲ καιρὸν RP f 35 TR TNT2 SBL ¦ καιρὸν δὲ WH NA NIV * 12:56 ⸂ οὐ δοκιμάζετε RP f 35 TR NA25 ¦ οὐκ οἴδατε δοκιμάζειν TNT2 WH NA27+28 NIV SBL * 12:58 ⸂ παραδῷ RP f 35 TR ¦ παραδώσει TNT2 WH NA NIV SBL * 12:58 ⸂2 σε βάλῃ RP ¦ βάλῃ σε f 35 ¦ σε βάλλῃ TR ¦ σε βαλεῖ TNT2 WH NA NIV SBL * 12:59 ⸋ οὗ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:59 ⸂ τὸν RP ¦ τὸ f 35 TR TNT2 WH NA NIV SBL