14
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. Καὶ ἰδού, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους, λέγων, *Εἰ ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν;⸃ Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτόν, καὶ ἀπέλυσεν. Καὶ *ἀποκριθεὶςπρὸς αὐτοὺς εἶπεν, Τίνος ὑμῶν *υἱὸς βοῦς εἰς φρέαρ *2ἐμπεσεῖται,⸃ καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν *3ἐν τῇἡμέρᾳ τοῦ σαββάτου; Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι *αὐτῷπρὸς ταῦτα.
Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς, Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν· μήποτε ἐντιμότερός σου κεκλημένος ὑπαὐτοῦ, καὶ ἐλθὼν σὲ καὶ αὐτὸν καλέσας *ἐρεῖ σοι,⸃ Δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μεταἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 Ἀλλὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον· ἵνα, ὅταν ἔλθῃ κεκληκώς σε, *εἴπῃσοι, Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον *τῶν συνανακειμένων σοι. 11 Ὅτι πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν, Ὅταν ποιῇς ἄριστον δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε καὶ αὐτοί *σε ἀντικαλέσωσιν, καὶ γένηταί σοι ἀνταπόδομα.⸊ 13 Ἀλλὅταν *ποιῇς δοχήν,⸊ κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς· 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ, Μακάριος, *ὃςφάγεται *2ἄριστονἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16  δὲ εἶπεν αὐτῷ, Ἄνθρωπός τις *ἐποίησενδεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς· 17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν *πάντα.⸌ 18 Καὶ ἤρξαντο ἀπὸ μιᾶς *παραιτεῖσθαι πάντες.⸊ πρῶτος εἶπεν αὐτῷ, Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην *ἐξελθεῖν καὶἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 Καὶ ἕτερος εἶπεν, Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 Καὶ ἕτερος εἶπεν, Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 Καὶ παραγενόμενος δοῦλος *ἐκεῖνοςἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ *χωλοὺς καὶ τυφλοὺςεἰσάγαγε ὧδε. 22 Καὶ εἶπεν δοῦλος, Κύριε, γέγονεν *ὡςἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23 Καὶ εἶπεν κύριος πρὸς τὸν δοῦλον, Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ * οἶκός μου.⸊ 24 Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. *Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.⸌
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί· καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς, 26 Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα *αὐτοῦ,⸃ καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι *2δὲκαὶ τὴν *ἑαυτοῦ ψυχήν,⸊ οὐ δύναταί *2μου μαθητὴς εἶναι.⸊ 27  *Καὶὅστις οὐ βαστάζει τὸν σταυρὸν *αὐτοῦκαὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται *εἶναί μουμαθητής. 28 Τίς γὰρ ἐξ ὑμῶν, *θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει *2τὰ*εἰςἀπαρτισμόν; 29 Ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται *ἐμπαίζειν αὐτῷ,⸊ 30 λέγοντες, ὅτι Οὗτος ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31  τίς βασιλεὺς πορευόμενος *συμβαλεῖν ἑτέρῳ βασιλεῖεἰς πόλεμον οὐχὶ καθίσας πρῶτον *βουλεύεταιεἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν *2ἀπαντῆσαιτῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπαὐτόν; 32 Εἰ δὲ μήγε, ἔτι *πόρρω αὐτοῦὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ *τὰπρὸς εἰρήνην. 33 Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναταί *μου εἶναιμαθητής. 34 Καλὸν *τὸ ἅλας· ἐὰν δὲ *2 τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ἔχων ὦτα ἀκούειν ἀκουέτω.
* 14:3 ⸂ Εἰ ἔξεστιν τῷ σαββάτῳ θεραπεύειν; RP f 35 ¦ Εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν; TR ¦ Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι, ἢ οὔ; TNT2 WH NA NIV SBL * 14:5 ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:5 ⸂ υἱὸς RP f 35 TNT2 WH NA NIV SBL ¦ ὄνος TR * 14:5 ⸂2 ἐμπεσεῖται RP f 35 TR ¦ πεσεῖται TNT2 WH NA NIV SBL * 14:5 ⸂3 ἐν τῇ RP f 35 TR ¦ τῇ TNT2 ¦ ἐν WH NA NIV SBL * 14:6 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:9 ⸂ ἐρεῖ σοι RP TR TNT2 WH NA NIV SBL ¦ ἐρεῖ, Σὺ f 35 * 14:10 ⸂ εἴπῃ RP f 35 TR ¦ ἐρεῖ TNT2 WH NA NIV SBL * 14:10 ⸆ – RP f 35 TR ¦ πάντων TNT2 WH NA NIV SBL * 14:12 ⸉ σε ἀντικαλέσωσι(ν) … σοι ἀνταπόδομα RP f 35 TR ¦ ἀντικαλέσωσίν σε … ἀνταπόδομά σοι TNT2 WH NA NIV SBL * 14:13 ⸉ ποιῇς δοχήν RP f 35 TR TNT2 ¦ δοχὴν ποιῇς WH NA NIV SBL * 14:15 ⸂ ὃς RP f 35 TR ¦ ὅστις TNT2 WH NA NIV SBL * 14:15 ⸂2 ἄριστον RP f 35 NIV ¦ ἄρτον TR TNT2 WH NA SBL * 14:16 ⸂ ἐποίησεν RP f 35 ¦ ἐποίησε TR ¦ ἐποίει TNT2 WH NA NIV SBL * 14:17 ⸋ πάντα RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 14:18 ⸉ παραιτεῖσθαι πάντες RP f 35 TR ¦ πάντες παραιτεῖσθαι TNT2 WH NA NIV SBL * 14:18 ⸂ ἐξελθεῖν καὶ RP f 35 TR ¦ ἐξελθὼν TNT2 WH NA NIV SBL * 14:21 ⸋ ἐκεῖνος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:21 ⸉ χωλοὺς καὶ τυφλοὺς RP TR ¦ τυφλοὺς καὶ χωλοὺς f 35 TNT2 WH NA NIV SBL * 14:22 ⸂ ὡς RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL * 14:23 ⸉ ὁ οἶκός μου RP f 35 TR ¦ μου ὁ οἶκός TNT2 WH NA NIV SBL * 14:24 ⸋ Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL * 14:26 ⸂ αὐτοῦ RP f 35 TNT2 NA25 ¦ ἑαυτοῦ TR WH NA27+28 NIV SBL * 14:26 ⸂2 δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 14:26 ⸉ ἑαυτοῦ ψυχήν RP f 35 TR TNT2 ¦ ψυχὴν ἑαυτοῦ WH NA NIV SBL * 14:26 ⸉2 μου μαθητὴς εἶναι RP TR ¦ μου εἶναι μαθητὴς f 35 ¦ εἶναί μου μαθητής TNT2 WH NA NIV SBL * 14:27 ⸋ Καὶ RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL * 14:27 ⸂ αὐτοῦ RP f 35 TR TNT2 ¦ ἑαυτοῦ WH NA NIV SBL * 14:27 ⸉ εἶναί μου RP f 35 TNT2 WH NA NIV SBL ¦ μου εἶναί TR * 14:28 ⸋ ὁ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 14:28 ⸋2 τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:28 ⸂ εἰς RP f 35 TNT2 WH NA NIV SBL ¦ πρὸς TR * 14:29 ⸉ ἐμπαίζειν αὐτῷ RP f 35 TR ¦ αὐτῷ ἐμπαίζειν TNT2 WH NA NIV SBL * 14:31 ⸉ συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP f 35 TR ¦ ἑτέρῳ βασιλεῖ συμβαλεῖν TNT2 NA NIV SBL ¦ ἑτέρῳ βασιλεῖ συνβαλεῖν WH * 14:31 ⸂ βουλεύεται RP f 35 TR TNT2 ¦ βουλεύσεται WH NA NIV SBL * 14:31 ⸂2 ἀπαντῆσαι RP f 35 TR ¦ ὑπαντῆσαι TNT2 WH NA NIV SBL * 14:32 ⸉ πόρρω αὐτοῦ RP f 35 ¦ αὐτοῦ πόρρω TR TNT2 WH NA NIV SBL * 14:32 ⸋ τὰ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 14:33 ⸉ μου εἶναι RP f 35 TR ¦ εἶναί μου TNT2 WH NA NIV SBL * 14:34 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 14:34 ⸆2 – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL