13
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλάτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. Καὶ ἀποκριθεὶς * Ἰησοῦςεἶπεν αὐτοῖς, Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι *τοιαῦταπεπόνθασιν; Οὐχί, λέγω ὑμῖν· ἀλλἐὰν μὴ μετανοῆτε, πάντες *ὡσαύτωςἀπολεῖσθε. ἐκεῖνοι οἱ *δέκα καὶ ὀκτώ,⸃ ἐφοὓς ἔπεσεν πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι *2οὗτοιὀφειλέται ἐγένοντο παρὰ πάντας *ἀνθρώπους τοὺς κατοικοῦντας *ἐνἹερουσαλήμ; Οὐχί, λέγω ὑμῖν· ἀλλἐὰν μὴ *μετανοῆτε,⸃ πάντες *2ὁμοίωςἀπολεῖσθε. Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· Συκῆν εἶχέν τις *ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην·⸊ καὶ ἦλθεν *2ζητῶν καρπὸνἐν αὐτῇ, καὶ οὐχ εὗρεν. Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, Ἰδού, τρία ἔτη *ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον *2 αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ; δὲ ἀποκριθεὶς λέγει αὐτῷ, Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω *κόπρια·⸃ κἂν μὲν ποιήσῃ καρπόν· *εἰ δὲ μήγε, εἰς τὸ μέλλονἐκκόψεις αὐτήν.
10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν· 11 καὶ ἰδού, γυνὴ *ἦνπνεῦμα ἔχουσα ἀσθενείας ἔτη *δέκα καὶ ὀκτώ,⸃ καὶ ἦν συγκύπτουσα, καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 12 Ἰδὼν δὲ αὐτὴν Ἰησοῦς προσεφώνησεν, καὶ εἶπεν αὐτῇ, Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου. 13 Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. 14 Ἀποκριθεὶς δὲ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ, *Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν *ταύταιςοὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15 Ἀπεκρίθη *οὖναὐτῷ κύριος, καὶ εἶπεν, *2Ὑποκριταί,⸃ ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ *3ἀπαγαγὼνποτίζει; 16 Ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν Σατανᾶς, ἰδού, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17 Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ· καὶ πᾶς ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπαὐτοῦ.
18 Ἔλεγεν *δέ,⸃ Τίνι ὁμοία ἐστὶν βασιλεία τοῦ θεοῦ; Καὶ τίνι ὁμοιώσω αὐτήν; 19 Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησεν, καὶ ἐγένετο εἰς δένδρον *μέγα,⸌ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. 20  *Πάλιν εἶπεν, Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; 21 Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ *ἐνέκρυψενεἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. 22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. 23 Εἶπεν δέ τις αὐτῷ, Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; δὲ εἶπεν πρὸς αὐτούς, 24 Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς *πύλης·⸃ ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν, καὶ οὐκ ἰσχύσουσιν. 25 Ἀφοὗ ἂν ἐγερθῇ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν, λέγοντες, Κύριε, *κύριε,⸌ ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ· 26 τότε ἄρξεσθε λέγειν, Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. 27  *Καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ·⸃ ἀπόστητε ἀπἐμοῦ πάντες *οἱἐργάται *2τῆςἀδικίας. 28 Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων, ὅταν *ὄψησθεἈβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. 29 Καὶ ἥξουσιν *ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βορρᾶ καὶ νότου,⸃ καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 30 Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
31 Ἐν αὐτῇ τῇ *ἡμέρᾳπροσῆλθόν τινες Φαρισαῖοι, λέγοντες αὐτῷ, Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. 32 Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις *ἐπιτελῶσήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. 33 Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι· ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ. 34 Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἀποκτένουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 35 Ἰδού, ἀφίεται ὑμῖν οἶκος ὑμῶν *ἔρημος·⸌ *λέγω δὲὑμῖν *2ὅτιοὐ μή *με ἴδητεἕως *2ἂν ἥξει, ὅτεεἴπητε, Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου.
* 13:2 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:2 ⸂ τοιαῦτα RP f 35 TR ¦ ταῦτα TNT2 WH NA NIV SBL * 13:3 ⸂ ὡσαύτως RP f 35 TR ¦ ὁμοίως TNT2 WH NA NIV SBL * 13:4 ⸂ δέκα καὶ ὀκτώ RP f 35 TR TNT2 ¦ δεκαὀκτώ WH NA NIV SBL * 13:4 ⸂2 οὗτοι RP f 35 TR ¦ αὐτοὶ TNT2 WH NA NIV SBL * 13:4 ⸆ – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL * 13:4 ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:5 ⸂ μετανοῆτε RP f 35 TR NA27+28 NIV SBL ¦ μετανοήσητε TNT2 WH NA25 * 13:5 ⸂2 ὁμοίως RP f 35 TR ¦ ὡσαύτως TNT2 WH NA NIV SBL * 13:6 ⸉ ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην RP f 35 TR ¦ πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ TNT2 WH NA NIV SBL * 13:6 ⸉2 ζητῶν καρπὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ καρπὸν ζητῶν TR * 13:7 ⸆ – RP f 35 TR ¦ ἀφ᾽ οὗ TNT2 WH NA NIV SBL * 13:7 ⸆2 – RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ οὖν NA27+28 * 13:8 ⸂ κόπρια RP f 35 TNT2 WH NA NIV SBL ¦ κόπριαν TR * 13:9 ⸉ εἰ δὲ μήγε, εἰς τὸ μέλλον RP f 35 TR ¦ εἰς τὸ μέλλον, εἰ δὲ μήγε TNT2 WH NA NIV SBL * 13:11 ⸋ ἦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:11 ⸂ δέκα καὶ ὀκτώ RP f 35 TR TNT2 ¦ δεκαοκτώ WH NA NIV SBL * 13:14 ⸆ – RP f 35 TR TNT2 ¦ ὅτι WH NA NIV SBL * 13:14 ⸂ ταύταις RP f 35 TR ¦ αὐταῖς TNT2 WH NA NIV SBL * 13:15 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 13:15 ⸂2 Ὑποκριταί RP f 35 TNT2 WH NA NIV SBL ¦ Ὑποκριτά TR * 13:15 ⸂3 ἀπαγαγὼν RP f 35 TR TNT2 NA NIV SBL ¦ ἀπάγων WH * 13:18 ⸂ δέ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 13:19 ⸋ μέγα RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 13:20 ⸆ – RP f 35 ¦ Καὶ TR TNT2 WH NA NIV SBL * 13:21 ⸂ ἐνέκρυψεν RP TR NA27+28 NIV ¦ ἔκρυψεν f 35 TNT2 WH NA25 SBL * 13:24 ⸂ πύλης RP f 35 TR ¦ θύρας TNT2 WH NA NIV SBL * 13:25 ⸋ κύριε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:27 ⸂ Καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· RP f 35 TR ¦ Καὶ ἐρεῖ, Λέγω ὑμῖν, οὐκ οἶδα πόθεν ἐστέ· TNT2 ¦ Καὶ ἐρεῖ, λέγων ὑμῖν, Oὐκ οἶδα πόθεν ἐστέ· WH NA25 SBL ¦ Καὶ ἐρεῖ, λέγων ὑμῖν, Oὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· NA27+28 NIV * 13:27 ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:27 ⸋2 τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:28 ⸂ ὄψησθε RP TR WH NA NIV SBL ¦ ὄψεσθε f 35 TNT2 * 13:29 ⸂ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βορρᾶ καὶ νότου RP f 35 ¦ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀπὸ βορρᾶ καὶ νότου TR TNT2 WH NA NIV SBL * 13:31 ⸂ ἡμέρᾳ RP f 35 TR TNT2 ¦ ὥρᾳ WH NA NIV SBL * 13:32 ⸂ ἐπιτελῶ RP f 35 TR ¦ ἀποτελῶ TNT2 WH NA NIV SBL * 13:35 ⸋ ἔρημος RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 13:35 ⸂ λέγω δὲ RP f 35 TNT2 WH NA NIV11 SBL ¦ ἀμὴν δὲ λέγω TR ¦ λέγω NIV73 * 13:35 ⸋2 ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:35 ⸉ με ἴδητε RP f 35 TR ¦ ἴδητέ με TNT2 WH NA NIV SBL * 13:35 ⸂2 ἂν ἥξει ὅτε RP f 35 ¦ ἂν ἥξῃ ὅτε TR ¦ ἥξει ὅτε TNT2 NA SBL ¦ – WH NIV