19
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. Καὶ ἰδού, ἀνὴρ ὀνόματι *καλούμενοςΖακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ *οὗτος*2ἦνπλούσιος. Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν *ἔμπροσθενἀνέβη ἐπὶ συκομωρέαν ἵνα ἴδῃ αὐτόν· ὅτι *ἐκείνης ἔμελλεν διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας Ἰησοῦς *εἶδεν αὐτόν, καὶεἶπεν πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες *πάντεςδιεγόγγυζον, λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον, Ἰδού, τὰ ἡμίση *τῶν ὑπαρχόντων μου,⸊ κύριε, *2δίδωμι τοῖς πτωχοῖς·⸊ καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. 10 Ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπεν παραβολήν, διὰ τὸ ἐγγὺς *αὐτὸν εἶναι Ἱερουσαλήμ,⸊ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι. 12 Εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. 13 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, *Πραγματεύσασθε*2ἕωςἔρχομαι. 14 Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφἡμᾶς. 15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, *καὶεἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς *ἔδωκεντὸ ἀργύριον, ἵνα γνῷ *2τίςτί *2διεπραγματεύσατο.⸃ 16 Παρεγένετο δὲ πρῶτος, λέγων, Κύριε, μνᾶ σου *προσειργάσατο δέκαμνᾶς. 17 Καὶ εἶπεν αὐτῷ, *Εὖ,⸃ ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 Καὶ ἦλθεν δεύτερος, λέγων, *Κύριε, μνᾶ σουἐποίησεν πέντε μνᾶς. 19 Εἶπεν δὲ καὶ τούτῳ, Καὶ σὺ *γίνου ἐπάνωπέντε πόλεων. 20 Καὶ *ἕτερος ἦλθεν, λέγων, Κύριε, ἰδού, μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις οὐκ ἔθηκας, καὶ θερίζεις οὐκ ἔσπειρας. 22 Λέγει *δὲαὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων οὐκ ἔθηκα, καὶ θερίζων οὐκ ἔσπειρα· 23 καὶ διὰ τί οὐκ ἔδωκας *τὸ ἀργύριόν μουἐπὶ *τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν *2ἔπραξα αὐτό;⸊ 24 Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπαὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. 25 Καὶ εἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς. 26 Λέγω *γὰρὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ἔχει ἀρθήσεται *2ἀπαὐτοῦ.⸌ 27 Πλὴν τοὺς ἐχθρούς μου *ἐκείνους,⸃ τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπαὐτούς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε *ἔμπροσθέν μου.
28 Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν *αὐτοῦ,⸌ 30  *εἰπών,⸃ Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν· *λύσαντες αὐτὸν ἀγάγετε. 31 Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε *αὐτῷὅτι κύριος αὐτοῦ χρείαν ἔχει. 32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον; 34 Οἱ δὲ εἶπον, * κύριος αὐτοῦ χρείαν ἔχει. 35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρρίψαντες *ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν. 36 Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶνἐν τῇ ὁδῷ. 37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ *πασῶνὧν εἶδον δυνάμεων, 38 λέγοντες, Εὐλογημένος ἐρχόμενος *βασιλεὺς ἐν ὀνόματι κυρίου· *εἰρήνη ἐν οὐρανῷ,⸊ καὶ δόξα ἐν ὑψίστοις. 39 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 Καὶ ἀποκριθεὶς εἶπεν *αὐτοῖς,⸌ Λέγω ὑμῖν *2ὅτι,⸌ ἐὰν οὗτοι *σιωπήσωσιν,⸃ οἱ λίθοι *2κεκράξονται.⸃
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ*αὐτῇ,⸃ 42 λέγων ὅτι Εἰ ἔγνως *καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σουταύτῃ, τὰ πρὸς εἰρήνην *σου·⸌ νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ *περιβαλοῦσινοἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσίν σε, καὶ συνέξουσίν σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν *ἐν σοὶ λίθον ἐπὶ λίθῳ·⸃ ἀνθὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας *ἐν αὐτῷ καὶ ἀγοράζοντας,⸌ 46 λέγων αὐτοῖς, Γέγραπται, * οἶκός μου οἶκος προσευχῆς ἐστίν·⸃ ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 47 Καὶ ἦν διδάσκων τὸ καθἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ· 48 καὶ οὐχ εὕρισκον τὸ τί *ποιήσωσιν,⸃ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
* 19:2 ⸋ καλούμενος RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 19:2 ⸂ οὗτος RP f 35 TR ¦ αὐτὸς TNT2 WH NA NIV SBL * 19:2 ⸋2 ἦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:4 ⸂ ἔμπροσθεν RP f 35 TR ¦ εἰς τὸ ἔμπροσθεν TNT2 WH NA NIV SBL * 19:4 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δι᾽ TR * 19:5 ⸋ εἶδεν αὐτόν, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:7 ⸂ πάντες RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαντες TR * 19:8 ⸉ τῶν ὑπαρχόντων μου RP f 35 TR ¦ μου τῶν ὑπαρχόντων TNT2 WH NA NIV SBL * 19:8 ⸉2 δίδωμι τοῖς πτωχοῖς RP f 35 TR ¦ τοῖς πτωχοῖς δίδωμι TNT2 WH NA NIV SBL * 19:11 ⸉ αὐτὸν εἶναι Ἱερουσαλήμ RP f 35 TR ¦ εἶναι Ἱερουσαλήμ αὐτὸν TNT2 WH NA NIV SBL * 19:13 ⸂ Πραγματεύσασθε RP f 35 TR TNT2 NA NIV SBL ¦ Πραγματεύσασθαι WH * 19:13 ⸂2 ἕως RP f 35 TR ¦ ἐν ᾧ TNT2 WH NA NIV SBL * 19:15 ⸋ καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 19:15 ⸂ ἔδωκεν RP f 35 ¦ ἔδωκε TR ¦ δεδώκει TNT2 WH NA NIV SBL * 19:15 ⸋2 τίς RP f 35 TR NA25 ¦ – TNT2 WH NA27+28 NIV SBL * 19:15 ⸂2 διεπραγματεύσατο RP f 35 TR NA25 ¦ διεπραγματεύσαντο TNT2 WH NA27+28 NIV SBL * 19:16 ⸉ προσειργάσατο δέκα RP f 35 TR ¦ δέκα προσειργάσατο TNT2 ¦ δέκα προσηργάσατο WH NA NIV SBL * 19:17 ⸂ Εὖ RP f 35 TR ¦ Εὖγε TNT2 WH NA NIV SBL * 19:18 ⸉ Κύριε, ἡ μνᾶ σου RP f 35 TR ¦ Ἡ μνᾶ σου, κύριε TNT2 WH NA NIV SBL * 19:19 ⸉ γίνου ἐπάνω RP f 35 TR TNT2 ¦ ἐπάνω γίνου WH NA NIV SBL * 19:20 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 19:22 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:23 ⸉ τὸ ἀργύριόν μου RP f 35 TR ¦ μου τὸ ἀργύριον TNT2 WH NA NIV SBL * 19:23 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ τὴν f 35 TR * 19:23 ⸉2 ἔπραξα αὐτό RP f 35 TR ¦ αὐτὸ ἔπραξα TNT2 WH NA NIV SBL * 19:26 ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 19:26 ⸋2 ἀπ᾽ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 19:27 ⸂ ἐκείνους RP f 35 TR ¦ τούτους TNT2 WH NA NIV SBL * 19:27 ⸆ – RP f 35 TR ¦ αὐτοὺς TNT2 WH NA NIV SBL * 19:29 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 19:30 ⸂ εἰπών RP f 35 TR ¦ λέγων TNT2 WH NA NIV SBL * 19:30 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 19:31 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:34 ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 19:35 ⸂ ἑαυτῶν τὰ ἱμάτια … τὰ ἱμάτια αὐτῶν RP f 35 TR ¦ αὐτῶν τὰ ἱμάτια … τὰ ἱμάτια ἑαυτῶν TNT2 WH NA25 SBL ¦ αὐτῶν τὰ ἱμάτια … τὰ ἱμάτια αὐτῶν NA27+28 NIV * 19:37 ⸂ πασῶν RP f 35 TR WH NA NIV SBL ¦ πάντων TNT2 * 19:38 ⸆ – RP f 35 TR TNT2 SBL ¦ ὁ WH NA NIV * 19:38 ⸉ εἰρήνη ἐν οὐρανῷ RP f 35 TR ¦ ἐν οὐρανῷ εἰρήνη TNT2 WH NA NIV SBL * 19:40 ⸋ αὐτοῖς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 19:40 ⸋2 ὅτι RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV * 19:40 ⸂ σιωπήσωσιν RP f 35 TR ¦ σιωπήσουσιν TNT2 WH NA NIV SBL * 19:40 ⸂2 κεκράξονται RP f 35 TR ¦ κράξουσιν TNT2 WH NA NIV SBL * 19:41 ⸂ αὐτῇ RP f 35 TR ¦ αὐτήν TNT2 WH NA NIV SBL * 19:42 ⸂ καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου RP f 35 TR ¦ καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ TNT2 ¦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ σὺ WH NA NIV SBL * 19:42 ⸋ σου RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 19:43 ⸂ περιβαλοῦσιν RP f 35 TR ¦ παρεμβαλοῦσιν TNT2 WH NA NIV SBL * 19:44 ⸂ ἐν σοὶ λίθον ἐπὶ λίθῳ RP f 35 TR ¦ λίθον ἐπὶ λίθον ἐν σοί TNT2 WH NA NIV SBL * 19:45 ⸋ ἐν αὐτῷ καὶ ἀγοράζοντας RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 19:46 ⸂ Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστίν· RP f 35 TR ¦ Καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς· TNT2 WH NA NIV SBL * 19:48 ⸂ ποιήσωσιν RP TR TNT2 WH NA NIV SBL ¦ ποιήσουσιν f 35