20
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν *ἐκείνων,⸌ διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ *ἱερεῖςκαὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, καὶ εἶπον *πρὸς αὐτόν, λέγοντες,⸃ Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, τίς ἐστιν δούς σοι τὴν ἐξουσίαν ταύτην; Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ *ἕναλόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἐξ ἀνθρώπων; Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτούς, λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί *οὐκ ἐπιστεύσατε αὐτῷ; Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, *πᾶς λαὸςκαταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. Καὶ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπος *ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς· 10 καὶ *ἐνκαιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος *δῶσιναὐτῷ· οἱ δὲ γεωργοὶ *δείραντες αὐτὸν ἐξαπέστειλανκενόν. 11 Καὶ προσέθετο *πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 Καὶ προσέθετο πέμψαι τρίτον·⸊ οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 Εἶπεν δὲ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον *ἰδόντεςἐντραπήσονται. 14 Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς *ἑαυτούς,⸃ λέγοντες, Οὗτός ἐστιν κληρονόμος· *δεῦτε,⸌ ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται κληρονομία. 15 Καὶ ἐκβαλόντες *αὐτὸνἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς κύριος τοῦ ἀμπελῶνος; 16 Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Ἀκούσαντες δὲ εἶπον, Μὴ γένοιτο. 17  δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 Πᾶς πεσὼν ἐπἐκεῖνον τὸν λίθον, συνθλασθήσεται· ἐφὃν δἂν πέσῃ, λικμήσει αὐτόν.
19 Καὶ ἐζήτησαν *οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖςἐπιβαλεῖν ἐπαὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν· *ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς *2τὴν παραβολὴν ταύτην εἶπεν.⸊ 20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, *εἰς τὸπαραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλἐπἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις. 22 Ἔξεστιν *ἡμῖνΚαίσαρι φόρον δοῦναι, οὔ; 23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπεν πρὸς αὐτούς, *Τί με πειράζετε;⸌ 24  *Ἐπιδείξατέμοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; *2Ἀποκριθέντες δὲεἶπον, Καίσαρος. 25  δὲ εἶπεν *αὐτοῖς,⸃ *Ἀπόδοτε τοίνυντὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι *αὐτοῦ*ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ *ἀντιλέγοντεςἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν, 28 λέγοντες, Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος *ἀποθάνῃ,⸃ ἵνα *λάβῃ ἀδελφὸς αὐτοῦτὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος· 30  *καὶ ἔλαβεν δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος.⸃ 31 Καὶ τρίτος ἔλαβεν αὐτὴν *ὡσαύτως.⸌ Ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον. 32 Ὕστερον *δὲ πάντων*ἀπέθανεν καὶ γυνή.⸊ 33  *Ἐν τῇ οὖνἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 34 Καὶ *ἀποκριθεὶςεἶπεν αὐτοῖς Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ *ἐκγαμίσκονται·⸃ 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε *ἐκγαμίζονται·⸃ 36  *οὔτεγὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν *τοῦθεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον *τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ.⸃ 38 Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. 39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, Διδάσκαλε, καλῶς εἶπας. 40 Οὐκέτι *δὲἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.
41 Εἶπεν δὲ πρὸς αὐτούς, Πῶς λέγουσιν τὸν χριστὸν *υἱὸν Δαυὶδ εἶναι;⸊ 42  *Καὶ αὐτὸςΔαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Εἶπεν *κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 44 Δαυὶδ οὖν *κύριον αὐτὸνκαλεῖ, καὶ πῶς *2υἱὸς αὐτοῦἐστιν;
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπεν τοῖς μαθηταῖς *αὐτοῦ,⸌ 46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται περισσότερον κρίμα.
* 20:1 ⸋ ἐκείνων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:1 ⸂ ἱερεῖς RP f 35 ¦ ἀρχιερεῖς TR TNT2 WH NA NIV SBL * 20:2 ⸂ πρὸς αὐτόν, λέγοντες RP f 35 TR ¦ πρὸς αὐτόν TNT2 ¦ λέγοντες πρὸς αὐτόν WH NA NIV SBL * 20:3 ⸋ ἕνα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:5 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οὖν TR * 20:6 ⸂ πᾶς ὁ λαὸς RP f 35 TR ¦ ὁ λαὸς ἅπας TNT2 WH NA NIV SBL * 20:9 ⸆ – RP f 35 TNT2 WH NA25 NIV73 SBL ¦ τις TR NA27+28 NIV11 * 20:10 ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:10 ⸂ δῶσιν RP f 35 TR ¦ δώσουσιν TNT2 WH NA NIV SBL * 20:10 ⸉ δείραντες αὐτὸν ἐξαπέστειλαν RP TR TNT2 ¦ δήραντες αὐτὸν ἐξαπέστειλαν f 35 ¦ ἐξαπέστειλαν αὐτὸν δείραντες WH NA NIV SBL * 20:11 ⸉ πέμψαι ἕτερον … πέμψαι τρίτον RP f 35 TR ¦ ἕτερον πέμψαι … τρίτον πέμψαι TNT2 WH NA NIV SBL * 20:13 ⸋ ἰδόντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:14 ⸂ ἑαυτούς RP f 35 TR ¦ ἀλλήλους TNT2 WH NA NIV SBL * 20:14 ⸋ δεῦτε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:15 ⸋ αὐτὸν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 20:19 ⸉ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς RP f 35 TR ¦ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς TNT2 WH NA NIV SBL * 20:19 ⸆ – RP f 35 ¦ τὸν λαόν TR TNT2 WH NA NIV SBL * 20:19 ⸉2 τὴν παραβολὴν ταύτην εἶπεν RP f 35 ¦ τὴν παραβολὴν ταύτην εἶπε TR ¦ εἶπεν τὴν παραβολὴν ταύτην TNT2 WH NA NIV SBL * 20:20 ⸂ εἰς τὸ RP f 35 TR ¦ ὥστε TNT2 WH NA NIV SBL * 20:22 ⸂ ἡμῖν RP f 35 TR ¦ ἡμᾶς TNT2 WH NA NIV SBL * 20:23 ⸋ Τί με πειράζετε; RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:24 ⸂ Ἐπιδείξατέ RP f 35 TR ¦ Δείξατέ TNT2 WH NA NIV SBL * 20:24 ⸂2 Ἀποκριθέντες δὲ RP f 35 TR TNT2 SBL ¦ Οἱ δὲ WH NA NIV * 20:25 ⸂ αὐτοῖς RP f 35 TR ¦ πρὸς αὐτούς TNT2 WH NA NIV SBL * 20:25 ⸉ Ἀπόδοτε τοίνυν RP f 35 TR ¦ Τοίνυν ἀπόδοτε TNT2 WH NA NIV SBL * 20:26 ⸋ αὐτοῦ RP f 35 TR TNT2 NA NIV ¦ – WH SBL * 20:26 ⸆ – RP f 35 TR TNT2 NA NIV ¦ τοῦ WH SBL * 20:27 ⸂ ἀντιλέγοντες RP f 35 TR NA NIV73 SBL ¦ λέγοντες TNT2 WH NIV11 * 20:28 ⸂ ἀποθάνῃ RP f 35 TR ¦ ᾖ TNT2 WH NA NIV SBL * 20:28 ⸉ λάβῃ ὁ ἀδελφὸς αὐτοῦ RP TR TNT2 WH NA NIV SBL ¦ ὁ ἀδελφὸς αὐτοῦ λάβῃ f 35 * 20:30 ⸂ καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος. RP f 35 TR ¦ καὶ ὁ δεύτερος· TNT2 WH NA NIV SBL * 20:31 ⸋ ὡσαύτως RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL * 20:32 ⸋ δὲ πάντων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:32 ⸉ ἀπέθανεν καὶ ἡ γυνή RP f 35 ¦ ἀπέθανε καὶ ἡ γυνή TR ¦ καὶ ἡ γυνὴ ἀπέθανεν TNT2 WH NA NIV SBL * 20:33 ⸂ Ἐν τῇ οὖν RP f 35 TR TNT2 ¦ Ἡ γυνὴ οὖν ἐν τῇ WH NA NIV SBL * 20:34 ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:34 ⸂ ἐκγαμίσκονται RP f 35 TR ¦ γαμίσκονται TNT2 WH NA NIV SBL * 20:35 ⸂ ἐκγαμίζονται RP f 35 ¦ ἐκγαμίσκονται TR ¦ γαμίζονται TNT2 WH NA NIV SBL * 20:36 ⸂ οὔτε RP f 35 TR ¦ οὐδὲ TNT2 WH NA NIV SBL * 20:36 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:37 ⸂ τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ RP f 35 TR ¦ τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ TNT2 WH NA NIV SBL * 20:40 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL * 20:41 ⸉ υἱὸν Δαυὶδ εἶναι RP f 35 ¦ υἱὸν Δαβὶδ εἶναι TR ¦ υἱὸν Δαυεὶδ εἶναι TNT2 ¦ εἶναι Δαυεὶδ υἱόν WH ¦ εἶναι Δαυὶδ υἱόν NA NIV SBL * 20:42 ⸂ Καὶ αὐτὸς RP f 35 TR TNT2 ¦ Αὐτὸς γὰρ WH NA NIV SBL * 20:42 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:44 ⸉ κύριον αὐτὸν RP f 35 TR NA27+28 NIV ¦ αὐτὸν κύριον TNT2 WH NA25 SBL * 20:44 ⸉2 υἱὸς αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ υἱός TNT2 WH NA NIV SBL * 20:45 ⸋ αὐτοῦ RP f 35 TR NA27+28 NIV11 ¦ – TNT2 WH NA25 NIV73 SBL