7
*Ἐπεὶ δὲἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεν τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος. Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτόν, ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι Ἄξιός ἐστιν *παρέξειτοῦτο· ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν *πρὸς αὐτὸν* ἑκατόνταρχος φίλους,⸊ λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ *2εἰμι ἱκανὸςἵνα *3μου ὑπὸ τὴν στέγηνεἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλεἰπὲ λόγῳ, καὶ *ἰαθήσεται παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀκούσας δὲ ταῦτα Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, Λέγω ὑμῖν, *οὔτεἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 Καὶ ὑποστρέψαντες *οἱ πεμφθέντες εἰς τὸν οἶκονεὗρον τὸν *ἀσθενοῦνταδοῦλον ὑγιαίνοντα.
11 Καὶ ἐγένετο ἐν *τῷἑξῆς, *2ἐπορεύετοεἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ *ἱκανοί,⸌ καὶ ὄχλος πολύς. 12 Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, *υἱὸς μονογενὴςτῇ μητρὶ αὐτοῦ, καὶ *αὐτὴ*χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς *2 σὺν αὐτῇ. 13 Καὶ ἰδὼν αὐτὴν κύριος ἐσπλαγχνίσθη ἐπαὐτῇ, καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε. 14 Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 Καὶ ἀνεκάθισεν νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 Ἔλαβεν δὲ φόβος *πάντας,⸃ καὶ ἐδόξαζον τὸν θεόν, λέγοντες ὅτι Προφήτης μέγας *2ἐγήγερταιἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο θεὸς τὸν λαὸν αὐτοῦ. 17 Καὶ ἐξῆλθεν λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ *ἐνπάσῃ τῇ περιχώρῳ.
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. 19 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ Ἰωάννης ἔπεμψεν πρὸς *τὸν Ἰησοῦν,⸃ λέγων, Σὺ εἶ ἐρχόμενος, *2ἄλλονπροσδοκῶμεν; 20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, Ἰωάννης βαπτιστὴς *ἀπέσταλκενἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ἐρχόμενος, ἄλλον προσδοκῶμεν; 21 Ἐν *αὐτῇ*δὲτῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο *2τὸβλέπειν. 22 Καὶ ἀποκριθεὶς * Ἰησοῦςεἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ εἴδετε καὶ ἠκούσατε· *2ὅτιτυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, *κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν *τοῖς ὄχλοιςπερὶ Ἰωάννου, Τί *2ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 Ἀλλὰ τί ἐξεληλύθατεἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 Οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, *ἐγὼἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 Λέγω *γὰρὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν *2προφήτηςἸωάννου *3τοῦ βαπτιστοῦοὐδείς ἐστιν· δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29 Καὶ πᾶς λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπαὐτοῦ. 31  *Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, *καὶ λέγουσιν,⸃ Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν *ὑμῖν,⸌ καὶ οὐκ ἐκλαύσατε. 33 Ἐλήλυθεν γὰρ Ἰωάννης βαπτιστὴς *μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων,⸃ καὶ λέγετε, Δαιμόνιον ἔχει· 34 ἐλήλυθεν υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, *φίλος τελωνῶνκαὶ ἁμαρτωλῶν. 35 Καὶ ἐδικαιώθη σοφία ἀπὸ *τῶν τέκνων αὐτῆς πάντων.⸊
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μεταὐτοῦ· καὶ εἰσελθὼν εἰς *τὴν οἰκίαντοῦ Φαρισαίου *2ἀνεκλίθη.⸃ 37 Καὶ ἰδού, γυνὴ *ἐν τῇ πόλει, ἥτις ἦνἁμαρτωλός, *ἐπιγνοῦσα ὅτι *ἀνάκειταιἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, 38 καὶ στᾶσα *παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσωκλαίουσα, *2ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν,⸊ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφεν τῷ μύρῳ. 39 Ἰδὼν δὲ Φαρισαῖος καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν *προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40 Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. δέ *φησιν, Διδάσκαλε, εἰπέ.⸊ 41 Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινί· εἷς ὤφειλεν δηνάρια πεντακόσια, δὲ ἕτερος πεντήκοντα. 42 Μὴ ἐχόντων *δὲαὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, *2εἰπέ,⸌ πλεῖον *αὐτὸν ἀγαπήσει;⸊ 43 Ἀποκριθεὶς *δὲ*2Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι τὸ πλεῖον ἐχαρίσατο. δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας. 44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ *ἐπὶ τοὺς πόδας μουοὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν *τῆς κεφαλῆςαὐτῆς ἐξέμαξεν. 45 Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφἧς εἰσῆλθον, οὐ *διέλιπενκαταφιλοῦσά μου τοὺς πόδας. 46 Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέν *μου τοὺς πόδας.⸊ 47 Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 Εἶπεν δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
* 7:1 ⸂ Ἐπεὶ δὲ RP f 35 TR ¦ Ἐπειδὴ TNT2 WH NA NIV SBL * 7:4 ⸂ παρέξει RP f 35 TR ¦ παρέξῃ TNT2 WH NA NIV SBL * 7:6 ⸋ πρὸς αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:6 ⸉ ὁ ἑκατόνταρχος φίλους RP f 35 TR ¦ φίλους ὁ ἑκατόνταρχος TNT2 ¦ φίλους ὁ ἑκατοντάρχης WH NA NIV SBL * 7:6 ⸉2 εἰμι ἱκανὸς RP f 35 TR ¦ ἱκανὸς εἰμι TNT2 WH NA NIV SBL * 7:6 ⸉3 μου ὑπὸ τὴν στέγην f 35 ¦ ὑπὸ τὴν στέγην μου RP TR TNT2 WH NA NIV SBL * 7:7 ⸂ ἰαθήσεται RP f 35 TR ¦ ἰαθήτω TNT2 WH NA NIV SBL * 7:9 ⸂ οὔτε RP ¦ οὐδὲ f 35 TR TNT2 WH NA NIV SBL * 7:10 ⸉ οἱ πεμφθέντες εἰς τὸν οἶκον RP f 35 TR ¦ εἰς τὸν οἶκον οἱ πεμφθέντες TNT2 WH NA NIV SBL * 7:10 ⸋ ἀσθενοῦντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:11 ⸂ τῷ RP TNT2 WH NA NIV SBL ¦ τῇ f 35 TR * 7:11 ⸂2 ἐπορεύετο RP f 35 TR TNT2 ¦ ἐπορεύθη WH NA NIV SBL * 7:11 ⸋ ἱκανοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:12 ⸉ υἱὸς μονογενὴς RP f 35 TR ¦ μονογενὴς υἱὸς TNT2 WH NA NIV SBL * 7:12 ⸂ αὐτὴ RP f 35 TR WH NA27+28 NIV SBL ¦ αὕτη TNT2 NA25 * 7:12 ⸆ – RP f 35 ¦ ἦν TR TNT2 WH NA NIV SBL * 7:12 ⸆2 – RP f 35 TR ¦ ἦν TNT2 WH NA NIV SBL * 7:16 ⸂ πάντας RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαντας TR * 7:16 ⸂2 ἐγήγερται RP f 35 TR ¦ ἠγέρθη TNT2 WH NA NIV SBL * 7:17 ⸋ ἐν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:19 ⸂ τὸν Ἰησοῦν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL * 7:19 ⸂2 ἄλλον RP f 35 TR NA NIV SBL ¦ ἕτερον TNT2 WH * 7:20 ⸂ ἀπέσταλκεν RP f 35 TR TNT2 ¦ ἀπέστειλεν WH NA NIV SBL * 7:21 ⸂ αὐτῇ RP f 35 TR ¦ ἐκείνῃ TNT2 WH NA NIV SBL * 7:21 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:21 ⸋2 τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:22 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:22 ⸋2 ὅτι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:22 ⸆ – RP f 35 TR TNT2 SBL ¦ καὶ WH NA NIV * 7:24 ⸂ τοῖς ὄχλοις RP f 35 ¦ πρὸς τοὺς ὄχλους TR TNT2 WH NA NIV SBL * 7:24 ⸂2 ἐξεληλύθατε … ἐξεληλύθατε … ἐξεληλύθατε RP f 35 TR ¦ ἐξήλθατε … ἐξήλθατε … ἐξήλθατε TNT2 WH NA NIV SBL * 7:27 ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:28 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:28 ⸋2 προφήτης RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:28 ⸋3 τοῦ βαπτιστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:31 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Εἶπε δὲ ὁ κύριος TR * 7:32 ⸂ καὶ λέγουσιν RP f 35 TR ¦ λέγοντες TNT2 ¦ ἃ λέγει WH NA NIV SBL * 7:32 ⸋ ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:33 ⸂ μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων RP f 35 TR ¦ μήτε ἔσθων ἄρτον μήτε πίνων οἶνον TNT2 ¦ μὴ ἔσθων ἄρτον μήτε πίνων οἶνον WH ¦ μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον NA NIV SBL * 7:34 ⸉ φίλος τελωνῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ τελωνῶν φίλος TR * 7:35 ⸉ τῶν τέκνων αὐτῆς πάντων RP f 35 TR ¦ πάντων τῶν τέκνων αὐτῆς TNT2 WH NA NIV SBL * 7:36 ⸂ τὴν οἰκίαν RP f 35 TR ¦ τὸν οἶκον TNT2 WH NA NIV SBL * 7:36 ⸂2 ἀνεκλίθη RP f 35 TR ¦ κατεκλίθη TNT2 WH NA NIV SBL * 7:37 ⸉ ἐν τῇ πόλει, ἥτις ἦν RP f 35 TR ¦ ἥτις ἦν ἐν τῇ πόλει TNT2 WH NA NIV SBL * 7:37 ⸆ – RP TR ¦ καὶ f 35 TNT2 WH NA NIV SBL * 7:37 ⸂ ἀνάκειται RP f 35 TR ¦ κατάκειται TNT2 WH NA NIV SBL * 7:38 ⸉ παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω RP f 35 TR ¦ ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ TNT2 WH NA NIV SBL * 7:38 ⸉2 ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν RP f 35 ¦ ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι TR ¦ τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ TNT2 WH NA NIV SBL * 7:39 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ WH NA25 * 7:40 ⸉ φησιν, Διδάσκαλε, εἰπέ RP f 35 ¦ φησι, Διδάσκαλε, εἰπέ TR ¦ Διδάσκαλε, εἰπέ, φησιν TNT2 WH NA NIV SBL * 7:42 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:42 ⸋2 εἰπέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:42 ⸉ αὐτὸν ἀγαπήσει RP f 35 TR ¦ ἀγαπήσει αὐτόν TNT2 WH NA NIV SBL * 7:43 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:43 ⸋2 ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 7:44 ⸂ ἐπὶ τοὺς πόδας μου RP f 35 TR ¦ μοι ἐπὶ πόδας TNT2 WH NA NIV SBL * 7:44 ⸋ τῆς κεφαλῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:45 ⸂ διέλιπεν RP f 35 TNT2 WH NA27+28 NIV SBL ¦ διέλιπε TR ¦ διέλειπεν NA25 * 7:46 ⸉ μου τοὺς πόδας RP f 35 TR ¦ τοὺς πόδας μου TNT2 WH NA NIV SBL