8
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία καλουμένη Μαγδαληνή, ἀφἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν *αὐτοῖς*2ἀπὸτῶν ὑπαρχόντων αὐταῖς.
Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπεν διὰ παραβολῆς, Ἐξῆλθεν σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτόν, μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. Καὶ ἕτερον *ἔπεσενἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. Καὶ ἕτερον ἔπεσεν *εἰςτὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει, ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, *λέγοντες,⸌ Τίς *εἴη παραβολὴ αὕτη;⸊ 10  δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ· τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν. 11 Ἔστιν δὲ αὕτη παραβολή· σπόρος ἐστὶν λόγος τοῦ θεοῦ. 12 Οἱ δὲ παρὰ τὴν ὁδὸν εἰσὶν οἱ *ἀκούοντες,⸃ εἶτα ἔρχεται διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν. 15 Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσιν, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
16  *Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ὑποκάτω κλίνης τίθησιν, ἀλλἐπὶ λυχνίας *ἐπιτίθησιν,⸃ ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. 17 Οὐ γάρ ἐστιν κρυπτόν, οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, οὐ *γνωσθήσεταικαὶ εἰς φανερὸν ἔλθῃ. 18 Βλέπετε οὖν πῶς ἀκούετε· *ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἐὰν μὴ ἔχῃ,⸃ καὶ δοκεῖ ἔχειν ἀρθήσεται ἀπαὐτοῦ.
19  *Παρεγένοντοδὲ πρὸς αὐτὸν μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20  *Καὶ ἀπηγγέληαὐτῷ, *λεγόντων,⸌ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν *σε θέλοντες.⸊ 21  δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες *αὐτόν.⸌
22  *Καὶ ἐγένετοἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. Καὶ ἀνήχθησαν. 23 Πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο, καὶ ἐκινδύνευον. 24  *Προσελθόντες δὲδιήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. δὲ *2ἐγερθεὶςἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25 Εἶπεν δὲ αὐτοῖς, Ποῦ *ἐστιν πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν *Γαδαρηνῶν,⸃ ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας. 27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν *αὐτῷἀνήρ τις ἐκ τῆς πόλεως, *ὃς εἶχενδαιμόνια *2ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο,⸃ καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλἐν τοῖς μνήμασιν. 28 Ἰδὼν δὲ τὸν Ἰησοῦν, *καὶἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς. 29  *Παρήγγειλενγὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο *2ὑπὸτοῦ *3δαίμονοςεἰς τὰς ἐρήμους. 30 Ἐπηρώτησεν δὲ αὐτὸν Ἰησοῦς, *λέγων,⸌ Τί σοι *ἐστὶν ὄνομα;⸊ δὲ εἶπεν, Λεγεών· ὅτι *2δαιμόνια πολλὰ εἰσῆλθενεἰς αὐτόν. 31 Καὶ *παρεκάλειαὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν *βοσκομένωνἐν τῷ ὄρει· καὶ *2παρεκάλουναὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς. 33 Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου *εἰσῆλθονεἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη. 34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ *γεγενημένονἔφυγον, καὶ *ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφοὗ τὰ δαιμόνια *ἐξεληλύθει,⸃ ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν. 36 Ἀπήγγειλαν δὲ αὐτοῖς *καὶοἱ ἰδόντες πῶς ἐσώθη δαιμονισθείς. 37 Καὶ *ἠρώτησαναὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπαὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς *τὸπλοῖον ὑπέστρεψεν. 38 Ἐδέετο δὲ αὐτοῦ ἀνὴρ ἀφοὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν * Ἰησοῦςλέγων, 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα *ἐποίησέν σοι θεός. Καὶ ἀπῆλθεν, καθὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς.
40  *Ἐγένετο δὲ ἐντῷ *2ὑποστρέψαιτὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 Καὶ ἰδού, ἦλθεν ἀνὴρ ὄνομα Ἰάειρος, καὶ *αὐτὸςἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας *τοῦἸησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ· 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ *αὕτηἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις *ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίονοὐκ ἴσχυσεν *2ὑπ᾽⸃ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ῥύσις τοῦ αἵματος αὐτῆς. 45 Καὶ εἶπεν Ἰησοῦς, Τίς ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν Πέτρος *καὶ οἱ μεταὐτοῦ,⸃ Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, *καὶ λέγεις, Τίς ἁψάμενός μου;⸌ 46  δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν *ἐξελθοῦσανἀπἐμοῦ. 47 Ἰδοῦσα δὲ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν, καὶ προσπεσοῦσα αὐτῷ, διἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν *αὐτῷἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48  δὲ εἶπεν αὐτῇ, *Θάρσει,⸌ *θύγατερ,⸃ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
49 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων *αὐτῷὅτι Τέθνηκεν θυγάτηρ σου· *μὴσκύλλε τὸν διδάσκαλον. 50  δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, *λέγων,⸌ Μὴ φοβοῦ. Μόνον *πίστευε,⸃ καὶ σωθήσεται. 51  *Ἐλθὼνδὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν *2οὐδένα,⸃ *εἰ μὴ Πέτρον καὶ *Ἰωάννην καὶ Ἰάκωβον,⸊ καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. δὲ εἶπεν, Μὴ κλαίετε· *οὐκἀπέθανεν, ἀλλὰ καθεύδει. 53 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 Αὐτὸς δὲ *ἐκβαλὼν ἔξω πάντας, καὶκρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, παῖς, ἐγείρου. 55 Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
* 8:3 ⸂ αὐτοῖς RP TNT2 WH NA NIV SBL ¦ αὐτῷ f 35 TR * 8:3 ⸂2 ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL * 8:6 ⸂ ἔπεσεν RP f 35 TR ¦ κατέπεσεν TNT2 WH NA NIV SBL * 8:8 ⸂ εἰς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπὶ TR * 8:9 ⸋ λέγοντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:9 ⸉ εἴη ἡ παραβολὴ αὕτη RP f 35 TR TNT2 ¦ αὕτη εἴη ἡ παραβολή WH NA NIV SBL * 8:12 ⸂ ἀκούοντες RP f 35 TR ¦ ἀκούσαντες TNT2 WH NA NIV SBL * 8:16 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ακούειν, ἀκουέτω. f 35 * 8:16 ⸂ ἐπιτίθησιν RP f 35 TR ¦ τίθησιν TNT2 WH NA NIV SBL * 8:17 ⸂ γνωσθήσεται RP f 35 TR ¦ μὴ γνωσθῇ TNT2 WH NA NIV SBL * 8:18 ⸂ ὃς γὰρ ἐὰν ἔχῃ … καὶ ὃς ἐὰν μὴ ἔχῃ RP f 35 ¦ ὃς γὰρ ἂν ἔχῃ … καὶ ὃς ἂν μὴ ἔχῃ TR ¦ ὃς ἂν γὰρ ἔχῃ … καὶ ὃς ἂν μὴ ἔχῃ TNT2 WH NA NIV SBL * 8:19 ⸂ Παρεγένοντο RP f 35 TR ¦ Παρεγένετο TNT2 WH NA NIV SBL * 8:20 ⸂ Καὶ ἀπηγγέλη RP f 35 TR ¦ Ἀπηγγέλη δὲ TNT2 WH NA NIV SBL * 8:20 ⸋ λεγόντων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:20 ⸉ σε θέλοντες RP f 35 TR SBL ¦ θέλοντες σε TNT2 WH NA NIV * 8:21 ⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:22 ⸂ Καὶ ἐγένετο RP f 35 TR ¦ Ἐγένετο δὲ TNT2 WH NA NIV SBL * 8:24 ⸂ Προσελθόντες δὲ RP TR TNT2 WH NA NIV SBL ¦ Καὶ προσελθόντες f 35 * 8:24 ⸂2 ἐγερθεὶς RP f 35 TR ¦ διεγερθεὶς TNT2 WH NA NIV SBL * 8:25 ⸋ ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:26 ⸂ Γαδαρηνῶν RP f 35 TR ¦ Γερασηνῶν TNT2 WH NA NIV SBL * 8:27 ⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 8:27 ⸂ ὃς εἶχεν RP f 35 TNT2 ¦ ὃς εἶχε TR ¦ ἔχων WH NA NIV SBL * 8:27 ⸂2 ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο RP f 35 TR ¦ καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον TNT2 WH NA NIV SBL * 8:28 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:29 ⸂ Παρήγγειλεν RP f 35 NA27+28 NIV ¦ Παρήγγελλε TR ¦ Παρήγγελλεν TNT2 WH NA25 SBL * 8:29 ⸂2 ὑπὸ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἀπὸ WH NA25 * 8:29 ⸂3 δαίμονος RP f 35 TR ¦ δαιμονίου TNT2 WH NA NIV SBL * 8:30 ⸋ λέγων RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 8:30 ⸉ ἐστὶν ὄνομα RP f 35 TR ¦ ὄνομά ἐστὶν TNT2 WH NA NIV SBL * 8:30 ⸉2 δαιμόνια πολλὰ εἰσῆλθεν RP f 35 TR TNT2 ¦ εἰσῆλθεν δαιμόνια πολλὰ WH NA NIV SBL * 8:31 ⸂ παρεκάλει RP f 35 TR ¦ παρεκάλουν TNT2 WH NA NIV SBL * 8:32 ⸂ βοσκομένων RP f 35 TR TNT2 ¦ βοσκομένη WH NA NIV SBL * 8:32 ⸂2 παρεκάλουν RP f 35 TR ¦ παρεκάλεσαν TNT2 WH NA NIV SBL * 8:33 ⸂ εἰσῆλθον RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰσῆλθεν TR * 8:34 ⸂ γεγενημένον RP f 35 TR ¦ γεγονὸς TNT2 WH NA NIV SBL * 8:34 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀπελθόντες TR * 8:35 ⸂ ἐξεληλύθει RP f 35 TR TNT2 ¦ ἐξῆλθεν WH NA NIV SBL * 8:36 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:37 ⸂ ἠρώτησαν RP f 35 TR ¦ ἠρώτησεν TNT2 WH NA NIV SBL * 8:37 ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:38 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:39 ⸉ ἐποίησέν σοι RP f 35 ¦ ἐποίησέ σοι TR ¦ σοι ἐποίησέν TNT2 WH NA NIV SBL * 8:40 ⸂ Ἐγένετο δὲ ἐν RP f 35 TR ¦ Ἐν δὲ TNT2 WH NA NIV SBL * 8:40 ⸂2 ὑποστρέψαι RP f 35 TR TNT2 ¦ ὑποστρέφειν WH NA NIV SBL * 8:41 ⸂ αὐτὸς RP f 35 TR ¦ οὗτος TNT2 WH NA NIV SBL * 8:41 ⸋ τοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 8:42 ⸂ αὕτη RP f 35 TNT2 NA25 ¦ αὐτὴ TR WH NA27+28 NIV SBL * 8:43 ⸂ ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον RP f 35 TNT2 NA27+28 SBL ¦ εἰς ἰατρούς προσαναλώσασα ὅλον τὸν βίον TR ¦ – WH NA25 NIV * 8:43 ⸂2 ὑπ᾽ RP f 35 TR ¦ ἀπ᾽ TNT2 WH NA NIV SBL * 8:45 ⸂ καὶ οἱ μετ᾽ αὐτοῦ RP f 35 TR ¦ καὶ οἱ σὺν αὐτῷ TNT2 ¦ – WH NA NIV SBL * 8:45 ⸋ καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 8:46 ⸂ ἐξελθοῦσαν RP f 35 TR ¦ ἐξεληλυθυῖαν TNT2 WH NA NIV SBL * 8:47 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:48 ⸋ Θάρσει RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:48 ⸂ θύγατερ RP f 35 TR ¦ θυγάτηρ TNT2 WH NA NIV SBL * 8:49 ⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 8:49 ⸂ μὴ RP f 35 TR ¦ μηκέτι TNT2 WH NA NIV SBL * 8:50 ⸋ λέγων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:50 ⸂ πίστευε RP f 35 TR ¦ πίστευσον TNT2 WH NA NIV SBL * 8:51 ⸂ Ἐλθὼν RP f 35 TNT2 WH NA NIV SBL ¦ Εἰσελθὼν TR * 8:51 ⸂2 οὐδένα RP f 35 TR ¦ τινα TNT2 WH NA NIV SBL * 8:51 ⸆ – RP f 35 TR ¦ σὺν αὐτῷ TNT2 WH NA NIV SBL * 8:51 ⸉ Ἰωάννην καὶ Ἰάκωβον RP f 35 NA NIV SBL ¦ Ἰάκωβον καὶ Ἰωάννην TR ¦ Ἰωάνην καὶ Ἰάκωβον TNT2 WH * 8:52 ⸂ οὐκ RP f 35 TR NA25 ¦ οὐ γὰρ TNT2 WH NA27+28 NIV SBL * 8:54 ⸋ ἐκβαλὼν ἔξω πάντας, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL