ΚΑΤΑ ΜΑΡΚΟΝ
1
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ, *υἱοῦ τοῦ θεοῦ.⸃
*Ὡςγέγραπται ἐν *2τοῖς προφήταις,⸃ Ἰδού, *ἐγὼἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου *2ἔμπροσθέν σου.⸌ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἐγένετο Ἰωάννης *βαπτίζων ἐν τῇ ἐρήμῳ, *καὶκηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται, *καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπαὐτοῦ,⸊ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. *Ἦν δὲ*Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσεν, λέγων, Ἔρχεται ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ *μὲνἐβάπτισα ὑμᾶς *ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.⸃
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν *Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη *ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην.⸊ 10 Καὶ *εὐθέωςἀναβαίνων *2ἀπὸτοῦ ὕδατος, εἶδεν σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα *3ὡσεὶπεριστερὰν καταβαῖνον *4ἐπ᾽⸃ αὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ υἱός μου ἀγαπητός, ἐν *εὐδόκησα.
12 Καὶ *εὐθὺςτὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 Καὶ ἦν *ἐκεῖἐν τῇ ἐρήμῳ *ἡμέρας τεσσαράκονταπειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
14  *Μετὰ δὲτὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον *τῆς βασιλείαςτοῦ θεοῦ, 15 καὶ λέγων ὅτι Πεπλήρωται καιρός, καὶ ἤγγικεν βασιλεία τοῦ θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
16  *Περιπατῶν δὲπαρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν *2αὐτοῦ τοῦ Σίμωνος*3βάλλοντας ἀμφίβληστρονἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς. 17 Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 Καὶ *εὐθέωςἀφέντες τὰ δίκτυα *αὐτῶν,⸌ ἠκολούθησαν αὐτῷ. 19 Καὶ προβὰς *ἐκεῖθενὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. 20 Καὶ *εὐθέωςἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
21 Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ *εὐθέωςτοῖς σάββασιν *2εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκεν.⸃ 22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 Καὶ *ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν, 24 λέγων, *Ἔα,⸌ τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ἅγιος τοῦ θεοῦ. 25 Καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ *κράξανφωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. 27 Καὶ ἐθαμβήθησαν *πάντες,⸃ ὥστε συζητεῖν *πρὸς*2ἑαυτούς,⸃ λέγοντας, Τί ἐστιν τοῦτο; *3Τίς διδαχὴ καινὴ αὕτη,⸃ *2ὅτικατἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28  *Ἐξῆλθεν δὲ ἀκοὴ αὐτοῦ εὐθὺς *εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
29 Καὶ *εὐθέωςἐκ τῆς συναγωγῆς *2ἐξελθόντες, ἦλθονεἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30  δὲ πενθερὰ *Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ *εὐθέωςλέγουσιν αὐτῷ περὶ αὐτῆς· 31 καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς *αὐτῆς·⸌ καὶ ἀφῆκεν αὐτὴν πυρετὸς *2εὐθέως,⸌ καὶ διηκόνει αὐτοῖς.
32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ * πόλις ὅλη ἐπισυνηγμένη ἦνπρὸς τὴν θύραν. 34 Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν. *
35 Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθεν, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36 Καὶ *κατεδίωξαναὐτὸν *Σίμων καὶ οἱ μεταὐτοῦ· 37 καὶ *εὑρόντες αὐτὸνλέγουσιν αὐτῷ ὅτι Πάντες *σε ζητοῦσιν.⸊ 38 Καὶ λέγει αὐτοῖς, Ἄγωμεν *εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ *ἐξελήλυθα.⸃ 39 Καὶ *ἦνκηρύσσων *2ἐν ταῖς συναγωγαῖςαὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν *αὐτόν,⸌ *2καὶλέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 41  * δὲ Ἰησοῦς*2σπλαγχνισθείς,⸃ ἐκτείνας τὴν χεῖρα, *ἥψατο αὐτοῦ,⸊ καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. 42 Καὶ *εἰπόντος αὐτοῦ*εὐθέωςἀπῆλθεν ἀπαὐτοῦ λέπρα, καὶ ἐκαθαρίσθη. 43 Καὶ ἐμβριμησάμενος αὐτῷ, *εὐθέωςἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ, Ὅρα, μηδενὶ μηδὲν εἴπῃς· ἀλλὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ *προσένεγκεπερὶ τοῦ καθαρισμοῦ σου προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. 45  δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλἔξω *ἐνἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν *2πανταχόθεν.⸃
* 1:1 ⸂ υἱοῦ τοῦ θεοῦ RP f 35 TR ¦ υἱοῦ θεοῦ TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 1:2 ⸂ Ὡς RP f 35 TR ¦ Καθὼς TNT2 WH NA NIV SBL * 1:2 ⸂2 τοῖς προφήταις RP f 35 TR ¦ τῷ Ἠσαΐᾳ τῷ προφήτῃ TNT2 WH NA NIV SBL * 1:2 ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:2 ⸋2 ἔμπροσθέν σου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:4 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 1:4 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 1:5 ⸉ καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ RP f 35 TR ¦ πάντες, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ TNT2 WH NA NIV SBL * 1:6 ⸂ Ἦν δὲ RP f 35 TR ¦ Καὶ ἦν TNT2 WH NA NIV SBL * 1:6 ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 1:8 ⸋ μὲν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:8 ⸂ ἐν ὕδατι … ἐν πνεύματι ἁγίῳ RP f 35 TR TNT2 ¦ ὕδατι … πνεύματι ἁγίῳ WH NA25 ¦ ὕδατι … ἐν πνεύματι ἁγίῳ NA27+28 NIV SBL * 1:9 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ὁ f 35 * 1:9 ⸉ ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην RP f 35 TR ¦ εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου TNT2 NA NIV SBL ¦ εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάνου WH * 1:10 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:10 ⸂2 ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL * 1:10 ⸂3 ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL * 1:10 ⸂4 ἐπ᾽ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 1:11 ⸂ ᾧ RP f 35 TR ¦ σοὶ TNT2 WH NA NIV SBL * 1:12 ⸂ εὐθὺς RP TR TNT2 WH NA NIV SBL ¦ εὐθέως f 35 * 1:13 ⸋ ἐκεῖ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:13 ⸉ ἡμέρας τεσσαράκοντα RP f 35 TR ¦ τεσσεράκοντα ἡμέρας TNT2 WH NA NIV SBL * 1:14 ⸂ Μετὰ δὲ RP f 35 TR NA27+28 NIV ¦ Καὶ μετὰ TNT2 WH NA25 SBL * 1:14 ⸋ τῆς βασιλείας RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:16 ⸂ Περιπατῶν δὲ RP f 35 TR ¦ Καὶ παράγων TNT2 WH NA NIV SBL * 1:16 ⸂2 αὐτοῦ τοῦ Σίμωνος RP f 35 ¦ αὐτοῦ TR ¦ Σίμωνος TNT2 WH NA NIV SBL * 1:16 ⸂3 βάλλοντας ἀμφίβληστρον RP f 35 TR ¦ ἀμφιβάλλοντας TNT2 WH NA NIV SBL * 1:18 ⸂ εὐθέως RP f 35 TR TNT2 ¦ εὐθὺς WH NA NIV SBL * 1:18 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:19 ⸋ ἐκεῖθεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:20 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:21 ⸂ εὐθέως RP f 35 TR TNT2 ¦ εὐθὺς WH NA NIV SBL * 1:21 ⸂2 εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκεν RP f 35 TNT2 WH NA NIV ¦ εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκε TR ¦ ἐδίδασκεν εἰς τὴν συναγωγήν SBL * 1:23 ⸆ – RP f 35 TR TNT2 ¦ εὐθὺς WH NA NIV SBL * 1:24 ⸋ Ἔα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:26 ⸂ κράξαν RP f 35 TR ¦ φωνῆσαν TNT2 WH NA NIV SBL * 1:27 ⸂ πάντες RP f 35 TR ¦ ἅπαντες TNT2 WH NA NIV SBL * 1:27 ⸋ πρὸς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 1:27 ⸂2 ἑαυτούς RP f 35 TNT2 NA27+28 NIV SBL ¦ αὐτούς TR WH NA25 * 1:27 ⸂3 Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη RP f 35 TR ¦ Διδαχὴ καινή TNT2 WH NA NIV SBL * 1:27 ⸋2 ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:28 ⸂ Ἐξῆλθεν δὲ RP f 35 ¦ Ἐξῆλθε δὲ TR ¦ Καὶ ἐξῆλθεν TNT2 WH NA NIV SBL * 1:28 ⸆ – RP f 35 TR ¦ πανταχοῦ TNT2 WH NA NIV SBL * 1:29 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:29 ⸂2 ἐξελθόντες, ἦλθον RP f 35 TR NA NIV SBL ¦ ἐξελθὼν, ἦλθεν TNT2 ¦ ἐξελθόντες, ἦλθαν WH * 1:30 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ f 35 * 1:30 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:31 ⸋ αὐτῆς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 1:31 ⸋2 εὐθέως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:33 ⸉ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP f 35 TR ¦ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη TNT2 WH NA NIV SBL * 1:34 ⸆ – RP TR TNT2 NA NIV SBL ¦ χριστὸν εἶναι f 35 WH * 1:36 ⸂ κατεδίωξαν RP f 35 TR TNT2 ¦ κατεδίωξεν WH NA NIV SBL * 1:36 ⸋ ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 1:37 ⸂ εὑρόντες αὐτὸν RP f 35 TR ¦ εὗρον αὐτὸν καὶ TNT2 WH NA NIV SBL * 1:37 ⸉ σε ζητοῦσιν RP f 35 ¦ ζητοῦσι σε TR ¦ ζητοῦσιν σε TNT2 WH NA NIV SBL * 1:38 ⸆ – RP f 35 TR ¦ ἀλλαχοῦ TNT2 WH NA NIV SBL * 1:38 ⸂ ἐξελήλυθα RP TR ¦ ἐλήλυθα f 35 ¦ ἐξῆλθον TNT2 WH NA NIV SBL * 1:39 ⸂ ἦν RP f 35 TR ¦ ἦλθεν TNT2 WH NA NIV SBL * 1:39 ⸂2 ἐν ταῖς συναγωγαῖς RP f 35 TR ¦ εἰς τὰς συναγωγὰς TNT2 WH NA NIV SBL * 1:40 ⸋ αὐτόν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 1:40 ⸋2 καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 1:41 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 1:41 ⸂2 σπλαγχνισθείς RP f 35 TR TNT2 WH NA NIV73 ¦ ὀργισθεὶς NIV11 SBL * 1:41 ⸉ ἥψατο αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ ἥψατο TNT2 WH NA NIV SBL * 1:42 ⸋ εἰπόντος αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:42 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:43 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 1:44 ⸂ προσένεγκε RP TR TNT2 WH NA NIV SBL ¦ προσένεγκαι f 35 * 1:45 ⸂ ἐν RP f 35 TR ¦ ἐπ᾽ TNT2 WH NA NIV SBL * 1:45 ⸂2 πανταχόθεν RP f 35 TR ¦ πάντοθεν TNT2 WH NA NIV SBL