2
Καὶ *εἰσῆλθεν πάλιν εἰς Καπερναοὺμ διἡμερῶν· καὶ ἠκούσθηὅτι *2εἰς οἶκόνἐστιν. Καὶ *εὐθέωςσυνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Καὶ ἔρχονται *πρὸς αὐτόν, παραλυτικὸν φέροντες,⸊ αἰρόμενον ὑπὸ τεσσάρων. Καὶ μὴ δυνάμενοι *προσεγγίσαιαὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον *2ἐφ παραλυτικὸς κατέκειτο. *Ἰδὼν δὲ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, *2ἀφέωνταί*σοι*αἱ ἁμαρτίαι σου.⸊ Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, *Τί οὗτος οὕτως λαλεῖ βλασφημίας;⸃ Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, θεός; Καὶ *εὐθέωςἐπιγνοὺς Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως *αὐτοὶδιαλογίζονται ἐν ἑαυτοῖς, *2εἶπεναὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, *Ἀφέωνταί*2σουαἱ ἁμαρτίαι, εἰπεῖν, *3Ἔγειραι,⸃ καὶ ἆρόν *σου τὸν κράββατον,⸊ καὶ περιπάτει; 10 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνθρώπου *ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας—⸊ λέγει τῷ παραλυτικῷ 11 Σοὶ λέγω, *ἔγειραι*καὶἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 Καὶ ἠγέρθη *εὐθέως, καὶἄρας τὸν κράββατον, ἐξῆλθεν *2ἐναντίονπάντων· ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν θεόν, λέγοντας ὅτι *Οὐδέποτε οὕτωςεἴδομεν.
13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 Καὶ παράγων εἶδεν Λευῒ τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 15 Καὶ *ἐγένετο*ἐν τῷκατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ *2ἠκολούθησαναὐτῷ. 16 Καὶ οἱ γραμματεῖς *καὶ οἱ Φαρισαῖοι,⸃ **2ἰδόντες αὐτὸν ἐσθίονταμετὰ τῶν *τελωνῶν καὶ ἁμαρτωλῶν,⸊ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, *Τίὅτι μετὰ τῶν *3τελωνῶν καὶ ἁμαρτωλῶνἐσθίει *2καὶ πίνει;⸌ 17 Καὶ ἀκούσας Ἰησοῦς λέγει αὐτοῖς, *Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλοἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς *εἰς μετάνοιαν.⸌
18 Καὶ ἦσαν *οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίωννηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ *τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 19 Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν νυμφίος μεταὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον *μεθἑαυτῶν ἔχουσιν τὸν νυμφίον,⸊ οὐ δύνανται νηστεύειν· 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπαὐτῶν νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν *ἐκείναις ταῖς ἡμέραις.⸃ 21  *Καὶοὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ *ἱματίῳ παλαιῷ·⸃ εἰ δὲ μή, αἴρει τὸ πλήρωμα *αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, *ῥήσσει οἶνος * νέοςτοὺς ἀσκούς, *2καὶ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·⸃ ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς *2βλητέον.⸌
23 Καὶ ἐγένετο *παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασινδιὰ τῶν σπορίμων, καὶ *ἤρξαντο οἱ μαθηταὶ αὐτοῦὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν *ἐντοῖς σάββασιν οὐκ ἔξεστιν; 25 Καὶ *αὐτὸς*ἔλεγεναὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μεταὐτοῦ; 26  *Πῶςεἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ *ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ *τοῖς ἱερεῦσιν,⸃ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27 Καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, *οὐχ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε κύριός ἐστιν υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
* 2:1 ⸂ εἰσῆλθεν πάλιν … καὶ ἠκούσθη RP f 35 ¦ πάλιν εἰσῆλθεν … καὶ ἠκούσθη TR ¦ εἰσελθὼν πάλιν … ἠκούσθη TNT2 WH NA NIV SBL * 2:1 ⸂2 εἰς οἶκόν RP f 35 TR ¦ ἐν οἴκῳ TNT2 WH NA NIV SBL * 2:2 ⸋ εὐθέως RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 2:3 ⸉ πρὸς αὐτόν, παραλυτικὸν φέροντες RP f 35 TR ¦ πρὸς αὐτόν, φέροντες παραλυτικὸν TNT2 ¦ φέροντες πρὸς αὐτόν παραλυτικὸν WH NA NIV SBL * 2:4 ⸂ προσεγγίσαι RP f 35 TR TNT2 ¦ προσενέγκαι WH NA NIV SBL * 2:4 ⸂2 ἐφ᾽ ᾧ RP f 35 TR ¦ ὅπου TNT2 WH NA NIV SBL * 2:5 ⸂ ἰδὼν δὲ RP f 35 TR TNT2 ¦ καὶ ἰδὼν WH NA NIV SBL * 2:5 ⸂2 ἀφέωνταί RP f 35 TR ¦ ἀφίενταί TNT2 WH NA NIV SBL * 2:5 ⸋ σοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:5 ⸉ αἱ ἁμαρτίαι σου RP f 35 TR ¦ σου αἱ ἁμαρτίαι TNT2 WH NA NIV SBL * 2:7 ⸂ Τί οὗτος οὕτως λαλεῖ βλασφημίας; RP f 35 ¦ Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; TR ¦ Τί οὗτος οὕτως λαλεῖ; βλασφημεῖ· TNT2 NA NIV SBL ¦ Τί οὗτος οὕτω λαλεῖ; βλασφημεῖ· WH * 2:8 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 2:8 ⸋ αὐτοὶ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 2:8 ⸂2 εἶπεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL * 2:9 ⸂ Ἀφέωνταί RP f 35 TR ¦ Ἀφίενταί TNT2 WH NA NIV SBL * 2:9 ⸂2 σου RP f 35 TNT2 WH NA NIV SBL ¦ σοί TR * 2:9 ⸂3 Ἔγειραι RP f 35 TR ¦ Ἐγείρου TNT2 WH ¦ Ἔγειρε NA NIV SBL * 2:9 ⸉ σου τὸν κράββατον RP TR ¦ τὸν κράββατον σου f 35 ¦ τὸν κράβαττόν σου TNT2 WH NA27+28 NIV SBL ¦ τὸν κράβατόν σου NA25 * 2:10 ⸉ ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP TR ¦ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας f 35 TNT2 SBL ¦ ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NA NIV * 2:11 ⸂ ἔγειραι RP f 35 TR ¦ ἔγειρε TNT2 WH NA NIV SBL * 2:11 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:12 ⸂ εὐθέως, καὶ RP f 35 TR ¦ καὶ εὐθὺς TNT2 WH NA NIV SBL * 2:12 ⸂2 ἐναντίον RP f 35 TR TNT2 ¦ ἔμπροσθεν WH NA NIV SBL * 2:12 ⸉ Οὐδέποτε οὕτως RP f 35 TR ¦ Οὕτως οὐδέποτε TNT2 WH NA NIV SBL * 2:15 ⸂ ἐγένετο RP f 35 TR ¦ γίνεται TNT2 WH NA NIV SBL * 2:15 ⸋ ἐν τῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 2:15 ⸂2 ἠκολούθησαν RP f 35 TR ¦ ἠκολούθουν TNT2 WH NA NIV SBL * 2:16 ⸂ καὶ οἱ Φαρισαῖοι RP f 35 TR ¦ τῶν Φαρισαίων TNT2 WH NA NIV SBL * 2:16 ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ καὶ TNT2 * 2:16 ⸂2 ἰδόντες αὐτὸν ἐσθίοντα RP f 35 TR ¦ ἰδόντες ὅτι ἤσθιεν TNT2 ¦ ἰδόντες ὅτι ἐσθίει WH NA NIV SBL * 2:16 ⸉ τελωνῶν καὶ ἁμαρτωλῶν RP f 35 TR ¦ ἁμαρτωλῶν καὶ τελωνῶν TNT2 WH NA NIV SBL * 2:16 ⸋ Τί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:16 ⸂3 τελωνῶν καὶ ἁμαρτωλῶν RP f 35 TR WH NA NIV SBL ¦ ἁμαρτωλῶν καὶ τῶν τελωνῶν TNT2 * 2:16 ⸋2 καὶ πίνει RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 2:17 ⸆ – RP f 35 TR TNT2 NIV11 ¦ ὅτι WH NA NIV73 SBL * 2:17 ⸋ εἰς μετάνοιαν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:18 ⸂ οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων RP f 35 TR ¦ οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι TNT2 NA NIV SBL ¦ οἱ μαθηταὶ Ἰωάνου καὶ οἱ Φαρισαῖοι WH * 2:18 ⸆ – RP f 35 TR ¦ μαθηταὶ TNT2 WH NA NIV SBL * 2:19 ⸉ μεθ᾽ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον RP f 35 ¦ μεθ᾽ ἑαυτῶν ἔχουσι τὸν νυμφίον TR ¦ ἔχουσιν τὸν νυμφίον μετ᾽ αὐτῶν TNT2 WH NA NIV SBL * 2:20 ⸂ ἐκείναις ταῖς ἡμέραις RP f 35 TR ¦ ἐκείνῃ τῇ ἡμέρᾳ TNT2 WH NA NIV SBL * 2:21 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:21 ⸂ ἱματίῳ παλαιῷ RP f 35 TR ¦ ἱμάτιον παλαιόν TNT2 WH NA NIV SBL * 2:21 ⸆ – RP f 35 TR TNT2 ¦ ἀπ᾽ WH NA NIV SBL * 2:22 ⸂ ῥήσσει RP f 35 TR ¦ ῥήξει TNT2 WH NA NIV SBL * 2:22 ⸋ ὁ νέος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:22 ⸂2 καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται RP f 35 TR ¦ καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί TNT2 WH NA NIV SBL * 2:22 ⸋2 βλητέον RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 2:23 ⸂ παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασιν RP f 35 ¦ παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι TR ¦ αὐτὸν ἐν τοῖς σάββασιν διαπορεύεσθαι TNT2 WH ¦ αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι NA NIV SBL * 2:23 ⸉ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ RP f 35 TR ¦ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο TNT2 WH NA NIV SBL * 2:24 ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:25 ⸋ αὐτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:25 ⸂ ἔλεγεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL * 2:26 ⸋ Πῶς RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 2:26 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 2:26 ⸂ τοῖς ἱερεῦσιν RP f 35 TNT2 ¦ τοῖς ἱερεῦσι TR ¦ τοὺς ἱερεῖς WH NA NIV SBL * 2:27 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL