4
Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ *συνήχθηπρὸς αὐτὸν ὄχλος *2πολύς,⸃ ὥστε αὐτὸν *3ἐμβάντα εἰς τὸ πλοῖονκαθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς *4ἦν.⸃ Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Ἀκούετε· ἰδού, ἐξῆλθεν σπείρων *τοῦσπεῖραι· καὶ ἐγένετο ἐν τῷ σπείρειν, μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ *καὶ κατέφαγεν αὐτό. *Ἄλλο δὲἔπεσεν ἐπὶ τὸ πετρῶδες, *ὅπου οὐκ εἶχεν γῆν πολλήν· καὶ *2εὐθέωςἐξανέτειλεν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· *ἡλίου δὲ ἀνατείλαντος*2ἐκαυματίσθη,⸃ καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. Καὶ *ἄλλοἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ *2αὐξάνοντα,⸃ καὶ ἔφερεν *3ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐνἑκατόν. Καὶ ἔλεγεν, ** ἔχωνὦτα ἀκούειν ἀκουέτω.
10 *Ὅτε δὲἐγένετο καταμόνας, *2ἠρώτησαναὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα *3τὴν παραβολήν.⸃ 11 Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν *δέδοται γνῶναι τὸ μυστήριοντῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται· 12 ἵνα βλέποντες βλέπωσιν, καὶ μὴ ἴδωσιν· καὶ ἀκούοντες ἀκούωσιν, καὶ μὴ συνιῶσιν· μήποτε ἐπιστρέψωσιν, καὶ ἀφεθῇ αὐτοῖς *τὰ ἁμαρτήματα.⸌ 13 Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14  σπείρων τὸν λόγον σπείρει. 15 Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται λόγος, καὶ ὅταν ἀκούσωσιν, *εὐθέωςἔρχεται Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον *2ἐν ταῖς καρδίαις αὐτῶν.⸃ 16 Καὶ οὗτοί εἰσιν *ὁμοίωςοἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, *εὐθέωςμετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως διωγμοῦ διὰ τὸν λόγον, *εὐθέωςσκανδαλίζονται. 18 Καὶ *οὗτοίεἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, *οἱ τὸν λόγον *2ἀκούοντες,⸃ 19 καὶ αἱ μέριμναι τοῦ *αἰῶνος*τούτου,⸌ καὶ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 Καὶ *οὗτοίεἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
21 Καὶ ἔλεγεν αὐτοῖς, *Μήτι * λύχνος ἔρχεταιἵνα ὑπὸ τὸν μόδιον τεθῇ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν *ἐπιτεθῇ;⸃ 22 Οὐ γάρ ἐστίν *τικρυπτόν, *2ἐὰν μὴ *φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλἵνα *εἰς φανερὸν ἔλθῃ.⸊ 23 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24 Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν μέτρῳ μετρεῖτε *μετρηθήσεταιὑμῖν, καὶ προστεθήσεται ὑμῖν *τοῖς ἀκούουσιν.⸌ 25 Ὃς γὰρ *ἂν ἔχῃ,⸃ δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ *2ἔχει ἀρθήσεται ἀπαὐτοῦ.
26 Καὶ ἔλεγεν, Οὕτως ἐστὶν βασιλεία τοῦ θεοῦ, ὡς *ἐὰνἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 Αὐτομάτη *γὰρ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη *σῖτονἐν τῷ στάχυϊ. 29 Ὅταν δὲ παραδῷ καρπός, *εὐθέωςἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν θερισμός.
30 Καὶ ἔλεγεν, *Τίνι ὁμοιώσωμεντὴν βασιλείαν τοῦ θεοῦ; ἐν *2ποίᾳ*3παραβολῇ παραβάλωμεν αὐτήν;⸃ 31 Ὡς *κόκκονσινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, *2μικρότεροςπάντων τῶν σπερμάτων *3ἐστὶντῶν ἐπὶ τῆς γῆς· 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται *πάντων τῶν λαχάνων μείζων,⸃ καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. 33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατἰδίαν δὲ τοῖς *μαθηταῖς αὐτοῦἐπέλυεν πάντα.
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. 36 Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα *δὲ*πλοιάριαἦν μεταὐτοῦ. 37 Καὶ γίνεται λαῖλαψ *ἀνέμου μεγάλη·⸊ *τὰ δὲκύματα *2ἐπέβαλλενεἰς τὸ πλοῖον, ὥστε *3αὐτὸ ἤδη γεμίζεσθαι.⸃ 38 Καὶ *ἦν αὐτὸς*ἐπὶτῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ *2διεγείρουσιναὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 Καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ εἶπεν τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 Καὶ εἶπεν αὐτοῖς, *Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν;⸃ 41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ἄνεμος καὶ θάλασσα *ὑπακούουσιναὐτῷ;
* 4:1 ⸂ συνήχθη RP f 35 TR ¦ συνάγεται TNT2 WH NA NIV SBL * 4:1 ⸂2 πολύς RP f 35 TR ¦ πλεῖστος TNT2 WH NA NIV SBL * 4:1 ⸂3 ἐμβάντα εἰς τὸ πλοῖον RP f 35 TR ¦ εἰς πλοῖον ἐμβάντα TNT2 WH NA NIV SBL * 4:1 ⸂4 ἦν RP f 35 TR ¦ ἦσαν TNT2 WH NA NIV SBL * 4:3 ⸋ τοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 4:4 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ οὐρανοῦ TR * 4:5 ⸂ Ἄλλο δὲ RP f 35 TR ¦ Καὶ ἄλλο TNT2 WH NA NIV SBL * 4:5 ⸆ – RP f 35 TR NA NIV SBL ¦ καὶ TNT2 WH * 4:5 ⸂2 εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 4:6 ⸂ ἡλίου δὲ ἀνατείλαντος RP f 35 TR ¦ καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος TNT2 WH NA NIV SBL * 4:6 ⸂2 ἐκαυματίσθη RP f 35 TR WH NA NIV11 SBL ¦ ἐκαυματίσθησαν TNT2 NIV73 * 4:8 ⸂ ἄλλο RP f 35 TR TNT2 ¦ ἄλλα WH NA NIV SBL * 4:8 ⸂2 αὐξάνοντα RP f 35 TR ¦ αὐξανόμενον TNT2 ¦ αὐξανόμενα WH NA NIV SBL * 4:8 ⸂3 ἐν … ἐν … ἐν RP f 35 ¦ ἓν … ἓν … ἓν TR NA27+28 NIV SBL ¦ εἰς … εἰς … εἰς TNT2 ¦ εἰς … ἐν … ἐν WH NA25 * 4:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR * 4:9 ⸂ Ὁ ἔχων RP f 35 TR ¦ Ὃς ἔχει TNT2 WH NA NIV SBL * 4:10 ⸂ Ὅτε δὲ RP f 35 TR ¦ Καὶ ὅτε TNT2 WH NA NIV SBL * 4:10 ⸂2 ἠρώτησαν RP f 35 TR ¦ ἠρώτων TNT2 WH NA NIV SBL * 4:10 ⸂3 τὴν παραβολήν RP f 35 TR ¦ τὰς παραβολάς TNT2 WH NA NIV SBL * 4:11 ⸂ δέδοται γνῶναι τὸ μυστήριον RP f 35 TR ¦ τὸ μυστήριον δέδοται TNT2 WH NA NIV SBL * 4:12 ⸋ τὰ ἁμαρτήματα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:15 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 4:15 ⸂2 ἐν ταῖς καρδίαις αὐτῶν RP f 35 TR ¦ εἰς αὐτούς TNT2 WH NA NIV SBL * 4:16 ⸋ ὁμοίως RP f 35 TR TNT2 WH NA25 NIV73 SBL ¦ – NA27+28 NIV11 * 4:16 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 4:17 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 4:18 ⸂ οὗτοί RP f 35 TR ¦ ἄλλοι TNT2 WH NA NIV SBL * 4:18 ⸆ – RP f 35 ¦ οὗτοί εἰσιν TR TNT2 WH NA NIV SBL * 4:18 ⸂2 ἀκούοντες RP f 35 TR ¦ ἀκούσαντες TNT2 WH NA NIV SBL * 4:19 ⸂ αἰῶνος RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ βίου NIV73 * 4:19 ⸋ τούτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:20 ⸂ οὗτοί RP f 35 TR ¦ ἐκεῖνοί TNT2 WH NA NIV SBL * 4:21 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὅτι WH NA25 * 4:21 ⸉ ὁ λύχνος ἔρχεται RP f 35 TR ¦ ἔρχεται ὁ λύχνος TNT2 WH NA NIV SBL * 4:21 ⸂ ἐπιτεθῇ RP f 35 TR ¦ τεθῇ TNT2 WH NA NIV SBL * 4:22 ⸋ τι RP TR NA25 ¦ – f 35 TNT2 WH NA27+28 NIV SBL * 4:22 ⸋2 ὃ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:22 ⸆ – RP f 35 TR TNT2 ¦ ἵνα WH NA NIV SBL * 4:22 ⸉ εἰς φανερὸν ἔλθῃ RP f 35 TR ¦ ἔλθῃ εἰς φανερόν TNT2 WH NA NIV SBL * 4:24 ⸂ μετρηθήσεται RP TR TNT2 WH NA NIV SBL ¦ ἀντιμετρηθήσεται f 35 * 4:24 ⸋ τοῖς ἀκούουσιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:25 ⸂ ἂν ἔχῃ RP f 35 TR ¦ ἔχει TNT2 WH NA NIV SBL * 4:25 ⸂2 ὃ RP f 35 TR WH NA NIV SBL ¦ ὃς TNT2 * 4:26 ⸋ ἐὰν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:28 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:28 ⸂ σῖτον RP f 35 TR WH NA27+28 NIV SBL ¦ σῖτος TNT2 NA25 * 4:29 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 4:30 ⸂ Τίνι ὁμοιώσωμεν RP TR ¦ Τίνι ὁμοιώσομεν f 35 ¦ Πῶς ὁμοιώσωμεν TNT2 WH NA NIV SBL * 4:30 ⸂2 ποίᾳ RP f 35 TR ¦ τίνι TNT2 WH NA NIV SBL * 4:30 ⸂3 παραβολῇ παραβάλωμεν αὐτήν RP f 35 TR ¦ αὐτὴν παραβολῇ θῶμεν TNT2 WH NA NIV SBL * 4:31 ⸂ κόκκον RP f 35 TNT2 ¦ κόκκῳ TR WH NA NIV SBL * 4:31 ⸂2 μικρότερος RP f 35 TR ¦ μικρότερον ὂν TNT2 WH NA NIV SBL * 4:31 ⸂3 ἐστὶν RP f 35 ¦ ἐστὶ TR ¦ – TNT2 WH NA NIV SBL * 4:32 ⸂ πάντων τῶν λαχάνων μείζων RP f 35 TR ¦ μείζων πάντων τῶν λαχάνων TNT2 ¦ μεῖζον πάντων τῶν λαχάνων WH NA NIV SBL * 4:34 ⸂ μαθηταῖς αὐτοῦ RP f 35 TR TNT2 ¦ ἰδίοις μαθηταῖς WH NA NIV SBL * 4:36 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:36 ⸂ πλοιάρια RP f 35 TR ¦ πλοῖα TNT2 WH NA NIV SBL * 4:37 ⸉ ἀνέμου μεγάλη RP f 35 TR ¦ μεγάλη ἀνέμου TNT2 WH NA NIV SBL * 4:37 ⸂ τὰ δὲ RP f 35 TR ¦ καὶ τὰ TNT2 WH NA NIV SBL * 4:37 ⸂2 ἐπέβαλλεν RP TR TNT2 WH NA NIV SBL ¦ ἐπέβαλεν f 35 * 4:37 ⸂3 αὐτὸ ἤδη γεμίζεσθαι RP f 35 TR ¦ ἤδη γεμίζεσθαι τὸ πλοῖον TNT2 WH NA NIV SBL * 4:38 ⸉ ἦν αὐτὸς RP f 35 TR TNT2 ¦ αὐτὸς ἦν WH NA NIV SBL * 4:38 ⸂ ἐπὶ RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL * 4:38 ⸂2 διεγείρουσιν RP f 35 TR ¦ ἐγείρουσιν TNT2 WH NA NIV SBL * 4:40 ⸂ Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν; RP f 35 NA25 ¦ Τί δειλοί ἐστε οὕτω; Πῶς οὐκ ἔχετε πίστιν; TR ¦ Τί δειλοί ἐστε; Οὔπω ἔχετε πίστιν; TNT2 WH NA27+28 NIV SBL * 4:41 ⸂ ὑπακούουσιν RP f 35 TR ¦ ὑπακούει TNT2 WH NA NIV SBL