5
Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν *Γαδαρηνῶν.⸃ Καὶ *ἐξελθόντι αὐτῷἐκ τοῦ πλοίου, *2εὐθέως*3ἀπήντησεναὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν *κατοίκησινεἶχεν ἐν τοῖς *2μνήμασιν·⸃ καὶ *3οὔτε*4ἁλύσεσιν*οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπαὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς *αὐτὸν ἴσχυενδαμάσαι· καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς *ὄρεσιν καὶ ἐν τοῖς μνήμασινἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. *Ἰδὼν δὲτὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν *2αὐτῷ,⸃ καὶ κράξας φωνῇ μεγάλῃ *εἶπεν,⸃ Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. Ἔλεγεν γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. Καὶ ἐπηρώτα αὐτόν, Τί *σοι ὄνομα;⸊ Καὶ *ἀπεκρίθη, λέγων,⸃ *Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 10 Καὶ παρεκάλει αὐτὸν πολλά, ἵνα μὴ *αὐτοὺςἀποστείλῃ ἔξω τῆς χώρας. 11 Ἦν δὲ ἐκεῖ πρὸς *τῷ ὄρειἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαν αὐτὸν *πάντες οἱ δαίμονες,⸌ λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 Καὶ ἐπέτρεψεν αὐτοῖς *εὐθέως Ἰησοῦς.⸌ Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· *2ἦσαν δὲὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14  *Οἱ δὲβόσκοντες *2τοὺς χοίρουςἔφυγον, καὶ *3ἀνήγγειλανεἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ *4ἐξῆλθονἰδεῖν τί ἐστιν τὸ γεγονός· 15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον *καὶἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν. 16  *Διηγήσαντο δὲαὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. 17 Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 Καὶ *ἐμβάντοςαὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν δαιμονισθείς, ἵνα * μεταὐτοῦ.⸊ 19  * δὲ Ἰησοῦςοὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ *2ἀνάγγειλοναὐτοῖς ὅσα *3σοι κύριος πεποίηκεν,⸃ καὶ ἠλέησέν σε. 20 Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπαὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 Καὶ *ἰδού,⸌ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτόν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, 23 καὶ *παρεκάλειαὐτὸν πολλά, λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς *αὐτῇ τὰς χεῖρας,⸊ *2ὅπωςσωθῇ καὶ *3ζήσεται.⸃ 24 Καὶ ἀπῆλθεν μεταὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
25 Καὶ γυνή *τιςοὖσα ἐν ῥύσει αἵματος *ἔτη δώδεκα,⸊ 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ*αὐτῆςπάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 ἀκούσασα *περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγεν γὰρ ὅτι *Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι,⸃ σωθήσομαι. 29 Καὶ *εὐθέωςἐξηράνθη πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 Καὶ *εὐθέως Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγεν, Τίς μου ἥψατο τῶν ἱματίων; 31 Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο; 32 Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33  δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα γέγονεν *ἐπ᾽⸌ αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34  δὲ εἶπεν αὐτῇ, *Θύγατερ,⸃ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36  δὲ Ἰησοῦς *εὐθέως*ἀκούσαςτὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ, μόνον πίστευε. 37 Καὶ οὐκ ἀφῆκεν οὐδένα *αὐτῷσυνακολουθῆσαι, εἰ μὴ *Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 Καὶ *ἔρχεταιεἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, *κλαίοντας καὶ ἀλαλάζοντας πολλά. 39 Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 40 Καὶ κατεγέλων αὐτοῦ. *δέ, ἐκβαλὼν *2πάντας,⸃ παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μεταὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον *ἀνακείμενον.⸌ 41 Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθά, κοῦμι· ἐστιν μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, *ἔγειραι.⸃ 42 Καὶ *εὐθέωςἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα· καὶ ἐξέστησαν *ἐκστάσει μεγάλῃ. 43 Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
* 5:1 ⸂ Γαδαρηνῶν RP f 35 TR ¦ Γερασηνῶν TNT2 WH NA NIV SBL * 5:2 ⸂ ἐξελθόντι αὐτῷ RP f 35 TR ¦ ἐξελθόντος αὐτοῦ TNT2 WH NA NIV SBL * 5:2 ⸂2 εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 5:2 ⸂3 ἀπήντησεν RP f 35 TR ¦ ὑπήντησεν TNT2 WH NA NIV SBL * 5:3 ⸂ κατοίκησιν RP TR TNT2 WH NA NIV SBL ¦ οίκησιν f 35 * 5:3 ⸂2 μνήμασιν RP f 35 TNT2 WH NA NIV SBL ¦ μνήμείοις TR * 5:3 ⸂3 οὔτε RP f 35 TR ¦ οὐδὲ TNT2 WH NA NIV SBL * 5:3 ⸂4 ἁλύσεσιν RP f 35 TR ¦ ἁλύσει TNT2 WH NA NIV SBL * 5:3 ⸆ – RP f 35 TR ¦ οὐκέτι TNT2 WH NA NIV SBL * 5:4 ⸂ αὐτὸν ἴσχυεν RP ¦ αὐτὸν ἴσχυσεν f 35 ¦ αὐτὸν ἴσχυε TR ¦ ἴσχυεν αὐτὸν TNT2 WH NA NIV SBL * 5:5 ⸉ ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP ¦ μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν f 35 TNT2 WH NA NIV SBL ¦ ὄρεσι καὶ ἐν τοῖς μνήμασιν TR * 5:6 ⸂ Ἰδὼν δὲ RP f 35 TR ¦ Καὶ ἰδὼν TNT2 WH NA NIV SBL * 5:6 ⸂2 αὐτῷ RP f 35 TR TNT2 NA27+28 NIV ¦ αὐτόν WH NA25 SBL * 5:7 ⸂ εἶπεν RP f 35 ¦ εἶπε TR ¦ λέγει TNT2 WH NA NIV SBL * 5:9 ⸉ σοι ὄνομα RP f 35 TR ¦ ὄνομά σοι TNT2 WH NA NIV SBL * 5:9 ⸂ ἀπεκρίθη λέγων RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL * 5:9 ⸆ – RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL * 5:10 ⸂ αὐτοὺς RP f 35 TR ¦ αὐτὰ TNT2 WH NA NIV SBL * 5:11 ⸂ τῷ ὄρει RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ ὄρη TR * 5:12 ⸋ πάντες οἱ δαίμονες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:13 ⸋ εὐθέως ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:13 ⸋2 ἦσαν δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:14 ⸂ Οἱ δὲ RP f 35 TR ¦ Καὶ οἱ TNT2 WH NA NIV SBL * 5:14 ⸂2 τοὺς χοίρους RP f 35 TR ¦ αὐτοὺς TNT2 WH NA NIV SBL * 5:14 ⸂3 ἀνήγγειλαν RP f 35 TR ¦ ἀπήγγειλαν TNT2 WH NA NIV SBL * 5:14 ⸂4 ἐξῆλθον RP f 35 TR ¦ ἦλθον TNT2 WH NA NIV SBL * 5:15 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:16 ⸂ Διηγήσαντο δὲ RP f 35 ¦ Καὶ διηγήσαντο TR TNT2 WH NA NIV SBL * 5:18 ⸂ ἐμβάντος RP f 35 TR ¦ ἐμβαίνοντος TNT2 WH NA NIV SBL * 5:18 ⸉ ᾖ μετ᾽ αὐτοῦ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ ᾖ TNT2 WH NA NIV SBL * 5:19 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 5:19 ⸂2 ἀνάγγειλον RP f 35 TR ¦ ἀπάγγειλον TNT2 WH NA NIV SBL * 5:19 ⸂3 σοι ὁ κύριος πεποίηκεν RP f 35 ¦ σοι ὁ κύριος ἐποίησε TR ¦ ὁ κύριός σοι πεποίηκεν TNT2 WH NA NIV SBL * 5:22 ⸋ ἰδού RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:23 ⸂ παρεκάλει RP f 35 TR ¦ παρακαλεῖ TNT2 WH NA NIV SBL * 5:23 ⸉ αὐτῇ τὰς χεῖρας RP f 35 TR ¦ τὰς χεῖρας αὐτῇ TNT2 WH NA NIV SBL * 5:23 ⸂2 ὅπως RP f 35 TR ¦ ἵνα TNT2 WH NA NIV SBL * 5:23 ⸂3 ζήσεται RP f 35 TR ¦ ζήσῃ TNT2 WH NA NIV SBL * 5:25 ⸋ τις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:25 ⸉ ἔτη δώδεκα RP f 35 TR TNT2 ¦ δώδεκα ἔτη WH NA NIV SBL * 5:26 ⸂ αὐτῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἑαυτῆς TR * 5:27 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τὰ WH NA25 * 5:28 ⸂ Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι RP f 35 TR TNT2 ¦ Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ WH NA NIV SBL * 5:29 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 5:30 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 5:33 ⸋ ἐπ᾽ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:34 ⸂ Θύγατερ RP f 35 TR ¦ Θυγάτηρ TNT2 WH NA NIV SBL * 5:36 ⸋ εὐθέως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:36 ⸂ ἀκούσας RP f 35 TR ¦ παρακούσας TNT2 WH NA NIV SBL * 5:37 ⸂ αὐτῷ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL * 5:37 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL * 5:38 ⸂ ἔρχεται RP f 35 TR ¦ ἔρχονται TNT2 WH NA NIV SBL * 5:38 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 5:40 ⸂ Ὁ RP f 35 TR ¦ Αὐτὸς TNT2 WH NA NIV SBL * 5:40 ⸂2 πάντας RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαντας TR * 5:40 ⸋ ἀνακείμενον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:41 ⸂ ἔγειραι RP f 35 TR ¦ ἔγειρε TNT2 WH NA NIV SBL * 5:42 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 5:42 ⸆ – RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL