17
Καὶ μεθἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατἰδίαν. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ *ἐγένοντολευκὰ ὡς τὸ φῶς. Καὶ ἰδού, *ὤφθησαναὐτοῖς Μωσῆς καὶ Ἠλίας, *μεταὐτοῦ συλλαλοῦντες.⸊ Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν τῷ Ἰησοῦ, κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, *ποιήσωμενὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ *μίαν Ἠλίᾳ.⸊ Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν υἱός μου ἀγαπητός, ἐν εὐδόκησα· *αὐτοῦ ἀκούετε.⸊ Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα. Καὶ *προσελθὼν Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν,⸃ Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ *τὸν Ἰησοῦνμόνον.
Καὶ καταβαινόντων αὐτῶν *ἐκτοῦ ὄρους, ἐνετείλατο αὐτοῖς Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν *2ἀναστῇ.⸃ 10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ *αὐτοῦλέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11  * δὲ Ἰησοῦςἀποκριθεὶς εἶπεν *αὐτοῖς,⸌ Ἠλίας μὲν ἔρχεται *2πρῶτον,⸌ καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπαὐτῶν. 13 Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14 Καὶ ἐλθόντων *αὐτῶνπρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν *αὐτὸν 15 καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς *πάσχει·⸃ πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν, γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε *ἔσομαι μεθὑμῶν;⸊ Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε. 18 Καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπαὐτοῦ τὸ δαιμόνιον, καὶ *ἐθεραπεύθη παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20  * δὲ Ἰησοῦς*2εἶπεναὐτοῖς, Διὰ τὴν *3ἀπιστίανὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, *4Μετάβηθι *5ἐντεῦθεν⸃⸃ ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21  *Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.⸌
22  *Ἀναστρεφομένωνδὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς Ἰησοῦς, Μέλλει υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, διδάσκαλος ὑμῶν οὐ τελεῖ *τὰδίδραχμα; 25 Λέγει, Ναί. Καὶ *ὅτε εἰσῆλθενεἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἀπὸ τῶν ἀλλοτρίων; 26  *Λέγει**αὐτῷ*2 Πέτρος,⸌ Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς *τὴνθάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν *ἀναβαίνονταπρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
* 17:2 ⸂ ἐγένοντο RP ¦ ἐγένετο f 35 TR TNT2 WH NA NIV SBL * 17:3 ⸂ ὤφθησαν RP f 35 TR ¦ ὤφθη TNT2 WH NA NIV SBL * 17:3 ⸉ μετ᾽ αὐτοῦ συλλαλοῦντες RP f 35 TR ¦ συλλαλοῦντες μετ᾽ αὐτοῦ TNT2 NA NIV SBL ¦ συνλαλοῦντες μετ᾽ αὐτοῦ WH * 17:4 ⸂ ποιήσωμεν RP f 35 TR TNT2 ¦ ποιήσω WH NA NIV SBL * 17:4 ⸉ μίαν Ἠλίᾳ RP f 35 TR ¦ Ἠλίᾳ μίαν TNT2 NA NIV SBL ¦ Ἠλείᾳ μίαν WH * 17:5 ⸉ αὐτοῦ ἀκούετε RP f 35 TR ¦ ἀκούετε αὐτοῦ TNT2 WH NA NIV SBL * 17:7 ⸂ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν RP f 35 TR ¦ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν· εἶπεν TNT2 ¦ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν WH NA NIV SBL * 17:8 ⸂ τὸν Ἰησοῦν RP f 35 TR TNT2 ¦ αὐτὸν, Ἰησοῦν WH NA NIV SBL * 17:9 ⸂ ἐκ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀπὸ TR * 17:9 ⸂2 ἀναστῇ RP f 35 TR ¦ ἐγερθῇ TNT2 WH NA NIV SBL * 17:10 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:11 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL * 17:11 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:11 ⸋2 πρῶτον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:14 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:14 ⸂ αὐτὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῷ TR * 17:15 ⸂ πάσχει RP f 35 TR NA27+28 NIV SBL ¦ ἔχει TNT2 WH NA25 * 17:17 ⸉ ἔσομαι μεθ᾽ ὑμῶν RP f 35 TR ¦ μεθ᾽ ὑμῶν ἔσομαι TNT2 WH NA NIV SBL * 17:18 ⸂ ἐθεραπεύθη RP TR TNT2 WH NA NIV SBL ¦ ἰάθη f 35 * 17:20 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL * 17:20 ⸂2 εἶπεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL * 17:20 ⸂3 ἀπιστίαν RP f 35 TR ¦ ὀλιγοπιστίαν TNT2 WH NA NIV SBL * 17:20 ⸂4 Μετάβηθι RP f 35 TR ¦ Μετάβα TNT2 WH NA NIV SBL * 17:20 ⸂5 ἐντεῦθεν RP f 35 TR ¦ ἔνθεν TNT2 WH NA NIV SBL * 17:21 ⸋ Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 17:22 ⸂ Ἀναστρεφομένων RP f 35 TR ¦ Συστρεφομένων TNT2 WH NA NIV SBL * 17:24 ⸋ τὰ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25 * 17:25 ⸂ ὅτε εἰσῆλθεν RP TR ¦ ὅτε εἰσῆλθον f 35 ¦ ἐλθόντα TNT2 WH NA NIV SBL * 17:26 ⸂ Λέγει RP f 35 TR ¦ Εἰπόντος TNT2 WH NA NIV SBL * 17:26 ⸆ – RP f 35 TR ¦ δέ TNT2 WH NA NIV SBL * 17:26 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:26 ⸋2 ὁ Πέτρος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 17:27 ⸋ τὴν RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 17:27 ⸂ ἀναβαίνοντα RP ¦ ἀναβάντα f 35 TR TNT2 WH NA NIV SBL