18
Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες, Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Καὶ προσκαλεσάμενος * Ἰησοῦςπαιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅστις οὖν *ταπεινώσειἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ὃς *ἐὰνδέξηται *2παιδίον τοιοῦτον ἓνἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· ὃς δἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς *εἰςτὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ *ἐστινἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ *2ἐκείνῳ,⸌ διοὗ τὸ σκάνδαλον ἔρχεται. Εἰ δὲ χείρ σου πούς σου σκανδαλίζει σε, ἔκκοψον *αὐτὰκαὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν *χωλὸν κυλλόν,⸊ δύο χεῖρας δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. Καὶ εἰ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. 10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 11  *Ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.⸌ 12 Τί ὑμῖν δοκεῖ; Ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν· οὐχὶ *ἀφεὶςτὰ ἐνενήκοντα ἐννέα, ἐπὶ τὰ ὄρη *πορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπαὐτῷ μᾶλλον, ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 Οὕτως οὐκ ἔστιν θέλημα *ἔμπροσθεντοῦ πατρὸς *ὑμῶντοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται *2εἷςτῶν μικρῶν τούτων.
15 Ἐὰν δὲ ἁμαρτήσῃ *εἰς σὲ ἀδελφός σου, ὕπαγε *2καὶἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ἐθνικὸς καὶ τελώνης. 18 Ἀμὴν λέγω ὑμῖν, ὅσα *ἐὰνδήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα *2ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.⸃ 19 Πάλιν *ἀμὴνλέγω ὑμῖν, ὅτι ἐὰν δύο *ὑμῶν συμφωνήσωσινἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 Οὗ γάρ εἰσιν δύο τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.
21 Τότε προσελθὼν *αὐτῷ Πέτρος εἶπεν,⸊ Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; Ἕως ἑπτάκις; 22 Λέγει αὐτῷ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλἕως ἑβδομηκοντάκις ἑπτά. 23 Διὰ τοῦτο ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24 Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, *προσηνέχθη*αὐτῷ εἷςὀφειλέτης μυρίων ταλάντων. 25 Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν κύριος *αὐτοῦπραθῆναι, καὶ τὴν γυναῖκα *2αὐτοῦκαὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι. 26 Πεσὼν οὖν δοῦλος προσεκύνει αὐτῷ, λέγων, *Κύριε,⸌ Μακροθύμησον ἐπ*ἐμοί,⸃ καὶ πάντα *σοι ἀποδώσω.⸊ 27 Σπλαγχνισθεὶς δὲ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 Ἐξελθὼν δὲ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν, λέγων, Ἀπόδος *μοι*εἴ τι ὀφείλεις.⸃ 29 Πεσὼν οὖν σύνδουλος αὐτοῦ *εἰς τοὺς πόδας αὐτοῦπαρεκάλει αὐτόν, λέγων, Μακροθύμησον ἐπ*ἐμοί,⸃ καὶ *ἀποδώσω σοι. 30  δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακήν, ἕως *οὗἀποδῷ τὸ ὀφειλόμενον. 31 Ἰδόντες *δὲοἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ *2ἑαυτῶνπάντα τὰ γενόμενα. 32 Τότε προσκαλεσάμενος αὐτὸν κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; 34 Καὶ ὀργισθεὶς κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον *αὐτῷ.⸌ 35 Οὕτως καὶ πατήρ μου *ἐπουράνιοςποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν *τὰ παραπτώματα αὐτῶν.⸌
* 18:2 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:4 ⸂ ταπεινώσει RP f 35 TNT2 WH NA NIV SBL ¦ ταπεινώσῃ TR * 18:5 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2 * 18:5 ⸂2 παιδίον τοιοῦτον ἓν RP f 35 TR ¦ ἓν παιδίον τοιοῦτον TNT2 ¦ ἓν παιδίον τοιοῦτο WH NA NIV SBL * 18:6 ⸂ εἰς RP f 35 SBL ¦ ἐπὶ TR ¦ περὶ TNT2 WH NA NIV * 18:7 ⸋ ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:7 ⸋2 ἐκείνῳ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:8 ⸂ αὐτὰ RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL * 18:8 ⸉ χωλὸν ἢ κυλλόν RP f 35 TR TNT2 ¦ κυλλὸν ἢ χωλόν WH NA NIV SBL * 18:11 ⸋ Ἦλθε(ν) … σῶσαι τὸ ἀπολωλός. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:12 ⸂ ἀφεὶς RP f 35 TR ¦ ἀφήσει TNT2 WH NA NIV SBL * 18:12 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 18:14 ⸋ ἔμπροσθεν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 18:14 ⸂ ὑμῶν RP f 35 TR NA NIV SBL ¦ μου TNT2 WH * 18:14 ⸂2 εἷς RP f 35 TR ¦ ἓν TNT2 WH NA NIV SBL * 18:15 ⸋ εἰς σὲ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 18:15 ⸋2 καὶ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 18:18 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2 * 18:18 ⸂2 ἐν τῷ οὐρανῷ … ἐν τῷ οὐρανῷ RP f 35 TR TNT2 ¦ ἐν οὐρανῷ … ἐν οὐρανῷ WH NA NIV SBL * 18:19 ⸋ ἀμὴν RP f 35 TNT2 WH NA NIV11 SBL ¦ – TR NIV73 * 18:19 ⸂ ὑμῶν συμφωνήσωσιν RP f 35 TR ¦ συμφωνήσωσιν ἐξ ὑμῶν TNT2 WH NA NIV SBL * 18:21 ⸉ αὐτῷ ὁ Πέτρος εἶπεν RP f 35 SBL ¦ αὐτῷ ὁ Πέτρος εἶπε TR ¦ ὁ Πέτρος εἶπεν αὐτῷ TNT2 WH NA NIV * 18:24 ⸂ προσηνέχθη RP f 35 TR NA27+28 NIV SBL ¦ προσήχθη TNT2 WH NA25 * 18:24 ⸉ αὐτῷ εἷς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ εἷς αὐτῷ WH NA25 * 18:25 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:25 ⸋2 αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 18:26 ⸋ Κύριε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:26 ⸂ ἐμοί RP f 35 TR WH NA NIV SBL ¦ ἐμέ TNT2 * 18:26 ⸉ σοι ἀποδώσω RP f 35 TR ¦ ἀποδώσω σοι TNT2 WH NA NIV SBL * 18:28 ⸋ μοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:28 ⸂ εἴ τι ὀφείλεις RP f 35 TNT2 WH NA NIV SBL ¦ ὅ τι ὀφείλεις TR * 18:29 ⸋ εἰς τοὺς πόδας αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 18:29 ⸂ ἐμοί RP f 35 TR WH NA NIV SBL ¦ ἐμέ TNT2 * 18:29 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ πάντα TR * 18:30 ⸋ οὗ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 18:31 ⸂ δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 18:31 ⸂2 ἑαυτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀυτῶν TR * 18:34 ⸋ αὐτῷ RP f 35 TR NA25 ¦ – TNT2 WH NA27+28 NIV SBL * 18:35 ⸂ ἐπουράνιος RP f 35 TR ¦ οὐράνιος TNT2 WH NA NIV SBL * 18:35 ⸋ τὰ παραπτώματα αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL