8
*Καταβάντι δὲ αὐτῷἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί· καὶ ἰδού, λεπρὸς *ἐλθὼνπροσεκύνει αὐτῷ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ * Ἰησοῦς,⸌ λέγων, Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ λέπρα. Καὶ λέγει αὐτῷ Ἰησοῦς, Ὅρα μηδενὶ εἴπῃς· ἀλλὰ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ *προσένεγκετὸ δῶρον προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.
*Εἰσελθόντι δὲ αὐτῷεἰς Καπερναούμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτόν, καὶ λέγων, Κύριε, παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. *Καὶλέγει αὐτῷ *2 Ἰησοῦς,⸌ Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. *Καὶ ἀποκριθεὶς ἑκατόνταρχος ἔφη, Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ *2λόγῳ,⸃ καὶ ἰαθήσεται παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, *ἔχων ὑπἐμαυτὸν στρατιώτας· καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 10 Ἀκούσας δὲ Ἰησοῦς ἐθαύμασεν, καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, Ἀμὴν λέγω ὑμῖν, *οὐδὲ*ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστινεὗρον. 11 Λέγω δὲ ὑμῖν, ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 13 Καὶ εἶπεν Ἰησοῦς τῷ ἑκατοντάρχῃ, Ὕπαγε, *καὶὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη παῖς *2αὐτοῦἐν τῇ ὥρᾳ ἐκείνῃ.
14 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν, 15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει *αὐτῷ.⸃ 16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν, καὶ τὰς νόσους ἐβάστασεν.
18 Ἰδὼν δὲ Ἰησοῦς *πολλοὺς ὄχλουςπερὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ, Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20  *Καὶλέγει αὐτῷ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 21 Ἕτερος δὲ τῶν μαθητῶν *αὐτοῦεἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. 22  δὲ Ἰησοῦς *εἶπεναὐτῷ, Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
23 Καὶ ἐμβάντι αὐτῷ εἰς *τὸπλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 Καὶ ἰδού, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν. 25 Καὶ προσελθόντες *οἱ μαθηταὶἤγειραν αὐτόν, λέγοντες, Κύριε, σῶσον *ἡμᾶς,⸌ ἀπολλύμεθα. 26 Καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι; Τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27 Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες, Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ θάλασσα *ὑπακούουσιν αὐτῷ;⸊
28 Καὶ *ἐλθόντι αὐτῷεἰς τὸ πέραν εἰς τὴν χώραν τῶν *2Γεργεσηνῶν,⸃ ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης· 29 καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, *Ἰησοῦ υἱὲ τοῦ θεοῦ;⸃ Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 Ἦν δὲ μακρὰν ἀπαὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, *ἐπίτρεψον ἡμῖν ἀπελθεῖνεἰς τὴν ἀγέλην τῶν χοίρων. 32 Καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς *τὴν ἀγέλην τῶν χοίρων·⸃ καὶ ἰδού, ὥρμησεν πᾶσα ἀγέλη *τῶν χοίρωνκατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων. 34 Καὶ ἰδού, πᾶσα πόλις ἐξῆλθεν εἰς *συνάντησιντῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτόν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
* 8:1 ⸂ Καταβάντι δὲ αὐτῷ RP f 35 TR ¦ Καταβάντος δὲ αὐτοῦ TNT2 WH NA NIV SBL * 8:2 ⸂ ἐλθὼν RP f 35 TR ¦ προσελθὼν TNT2 WH NA NIV SBL * 8:3 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:4 ⸂ προσένεγκε RP TR ¦ προσένεγκαὶ f 35 ¦ προσένεγκον TNT2 WH NA NIV SBL * 8:5 ⸂ Εἰσελθόντι δὲ αὐτῷ RP f 35 ¦ Εἰσελθόντι δὲ τῷ Ἰησοῦ TR ¦ Εἰσελθόντος δὲ αὐτοῦ TNT2 WH NA NIV SBL * 8:7 ⸋ Καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 8:7 ⸋2 ὁ Ἰησοῦς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 8:8 ⸂ Καὶ ἀποκριθεὶς RP f 35 TR NA27+28 NIV SBL ¦ Ἀποκριθεὶς δὲ TNT2 WH NA25 * 8:8 ⸂2 λόγῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ λόγον TR * 8:9 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ τασσόμενος WH * 8:10 ⸂ οὐδὲ RP f 35 TR ¦ παρ᾽ οὐδενὶ TNT2 WH NA NIV SBL * 8:10 ⸉ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν RP f 35 TR ¦ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ TNT2 WH NA NIV SBL * 8:13 ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 8:13 ⸋2 αὐτοῦ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 8:15 ⸂ αὐτῷ RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR * 8:18 ⸂ πολλοὺς ὄχλους RP f 35 TR TNT2 SBL ¦ ὄχλον WH NA NIV * 8:20 ⸋ Καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 8:21 ⸋ αὐτοῦ RP TR NA27+28 NIV73 ¦ – f 35 TNT2 WH NA25 NIV11 SBL * 8:22 ⸂ εἶπεν RP f 35 TR ¦ λέγει TNT2 WH NA NIV SBL * 8:23 ⸋ τὸ RP f 35 TR NA NIV ¦ – TNT2 WH SBL * 8:25 ⸂ οἱ μαθηταὶ RP f 35 ¦ οἱ μαθηταὶ αὐτοῦ TR ¦ – TNT2 WH NA NIV SBL * 8:25 ⸋ ἡμᾶς RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 8:27 ⸉ ὑπακούουσιν αὐτῷ RP f 35 TR ¦ αὐτῷ ὑπακούουσιν TNT2 WH NA NIV SBL * 8:28 ⸂ ἐλθόντι αὐτῷ RP f 35 TR ¦ ἐλθόντος αὐτοῦ TNT2 WH NA NIV SBL * 8:28 ⸂2 Γεργεσηνῶν RP f 35 TR ¦ Γαδαρηνῶν TNT2 WH NA NIV SBL * 8:29 ⸂ Ἰησοῦ υἱὲ τοῦ θεοῦ RP f 35 TR ¦ υἱὲ τοῦ θεοῦ TNT2 WH NA NIV SBL * 8:31 ⸂ ἐπίτρεψον ἡμῖν ἀπελθεῖν RP f 35 TR ¦ ἀπόστειλον ἡμᾶς TNT2 WH NA NIV SBL * 8:32 ⸂ τὴν ἀγέλην τῶν χοίρων RP f 35 TR ¦ τοὺς χοίρους TNT2 WH NA NIV SBL * 8:32 ⸋ τῶν χοίρων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:34 ⸂ συνάντησιν RP f 35 TR ¦ ὑπάντησιν TNT2 WH NA NIV SBL