9
Καὶ ἐμβὰς *εἰς *τὸπλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδού, προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, Θάρσει, τέκνον· *ἀφέωνταί*2σοι αἱ ἁμαρτίαι σου.⸃ Καὶ ἰδού, τινὲς τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς, Οὗτος βλασφημεῖ. Καὶ *ἰδὼν Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν, Ἵνα τί *ὑμεῖςἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, *Ἀφέωνταί*2σουαἱ ἁμαρτίαι· εἰπεῖν, *3Ἔγειραικαὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίαςτότε λέγει τῷ παραλυτικῷ*Ἐγερθεὶςἆρόν σου τὴν κλίνην, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. Ἰδόντες δὲ οἱ *ὄχλοι *ἐθαύμασαν,⸃ καὶ ἐδόξασαν τὸν θεόν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
Καὶ παράγων Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, *καὶἰδού, πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 Καὶ ἰδόντες οἱ Φαρισαῖοι *εἶποντοῖς μαθηταῖς αὐτοῦ, Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει * διδάσκαλος ὑμῶν; 12  * δὲ Ἰησοῦςἀκούσας εἶπεν *αὐτοῖς,⸌ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλοἱ κακῶς ἔχοντες. 13 Πορευθέντες δὲ μάθετε τί ἐστιν, *Ἔλεονθέλω, καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς *εἰς μετάνοιαν.⸌
14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου, λέγοντες, Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν *πολλά,⸌ οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; 15 Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν, ἐφὅσον *μεταὐτῶν ἐστιν νυμφίος; Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπαὐτῶν νυμφίος, καὶ τότε νηστεύσουσιν. 16 Οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. 17 Οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ οἶνος ἐκχεῖται, καὶ οἱ ἀσκοὶ *ἀπολοῦνται·⸃ ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ *2ἀμφότεροισυντηροῦνται.
18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδού, ἄρχων *εἷς*2ἐλθὼνπροσεκύνει αὐτῷ, λέγων ὅτι θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπαὐτήν, καὶ ζήσεται. 19 Καὶ ἐγερθεὶς Ἰησοῦς *ἠκολούθησεναὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 20 Καὶ ἰδού, γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη, προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. 21 Ἔλεγεν γὰρ ἐν ἑαυτῇ, Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. 22  δὲ Ἰησοῦς *ἐπιστραφεὶςκαὶ ἰδὼν αὐτὴν εἶπεν, Θάρσει, θύγατερ· πίστις σου σέσωκέν σε. Καὶ ἐσώθη γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. 23 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον, 24  *λέγει*αὐτοῖς,⸌ Ἀναχωρεῖτε· οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ. 25 Ὅτε δὲ ἐξεβλήθη ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26 Καὶ ἐξῆλθεν φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ, ἠκολούθησαν *αὐτῷδύο τυφλοί, κράζοντες καὶ λέγοντες, Ἐλέησον ἡμᾶς, *υἱὲΔαυίδ. 28 Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς * Ἰησοῦς,⸌ Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ, Ναί, κύριε. 29 Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30 Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ *ἐνεβριμήσατοαὐτοῖς Ἰησοῦς, λέγων, Ὁρᾶτε μηδεὶς γινωσκέτω. 31 Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32 Αὐτῶν δὲ ἐξερχομένων, ἰδού, προσήνεγκαν αὐτῷ *ἄνθρωπονκωφὸν δαιμονιζόμενον. 33 Καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι, λέγοντες, *Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 Οἱ δὲ Φαρισαῖοι ἔλεγον, Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
35 Καὶ περιῆγεν Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν *ἐν τῷ λαῷ.⸌ 36 Ἰδὼν δὲ τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν *ἐσκυλμένοικαὶ ἐρριμμένοι *2ὡσεὶπρόβατα μὴ ἔχοντα ποιμένα. 37 Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ, μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
* 9:1 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ ὁ Ἰησοῦς NIV73 * 9:1 ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:2 ⸂ ἀφέωνταί RP f 35 TR ¦ ἀφίενταί TNT2 WH NA NIV SBL * 9:2 ⸂2 σοι αἱ ἁμαρτίαι σου RP f 35 TR ¦ σου αἱ ἁμαρτίαι TNT2 WH NA NIV SBL * 9:4 ⸂ ἰδὼν RP TR NA27+28 ¦ εἰδὼς f 35 TNT2 WH NA25 NIV SBL * 9:4 ⸋ ὑμεῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:5 ⸂ Ἀφέωνταί RP f 35 TR ¦ Ἀφίενταί TNT2 WH NA NIV SBL * 9:5 ⸂2 σου RP f 35 TNT2 WH NA NIV SBL ¦ σοι TR * 9:5 ⸂3 Ἔγειραι RP f 35 TR ¦ Ἔγειρε TNT2 WH NA NIV SBL * 9:6 ⸂ Ἐγερθεὶς RP f 35 TR NA27+28 NIV SBL ¦ Ἔγειρε TNT2 WH NA25 * 9:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 9:8 ⸂ ἐθαύμασαν RP f 35 TR ¦ ἐφοβήθησαν TNT2 WH NA NIV SBL * 9:10 ⸋ καὶ RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 9:11 ⸂ εἶπον RP f 35 TR ¦ ἔλεγον TNT2 WH NA NIV SBL * 9:11 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ πίνει f 35 * 9:12 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR TNT2 ¦ Ὁ δὲ WH NA NIV SBL * 9:12 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:13 ⸂ Ἔλεον RP f 35 TR ¦ Ἔλεος TNT2 WH NA NIV SBL * 9:13 ⸋ εἰς μετάνοιαν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:14 ⸋ πολλά RP f 35 TR TNT2 NA27+28 NIV11 SBL ¦ – WH NA25 NIV73 * 9:15 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ χρόνον f 35 * 9:17 ⸂ ἀπολοῦνται RP TR ¦ ἀπόλλυνται f 35 TNT2 WH NA NIV SBL * 9:17 ⸂2 ἀμφότεροι RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀμφότερα TR * 9:18 ⸂ εἷς RP TNT2 WH NA NIV SBL ¦ τίς f 35 ¦ – TR * 9:18 ⸂2 ἐλθὼν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ προσελθὼν WH NA25 * 9:19 ⸂ ἠκολούθησεν RP f 35 TR NA27+28 NIV ¦ ἠκολούθει TNT2 WH NA25 SBL * 9:22 ⸂ ἐπιστραφεὶς RP f 35 TR ¦ στραφεὶς TNT2 WH NA NIV SBL * 9:24 ⸂ λέγει RP f 35 TR ¦ ἔλεγεν TNT2 WH NA NIV SBL * 9:24 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:27 ⸋ αὐτῷ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 9:27 ⸂ υἱὲ RP TR WH SBL ¦ υἱὸς f 35 TNT2 NA NIV * 9:28 ⸋ ὁ Ἰησοῦς RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 9:30 ⸂ ἐνεβριμήσατο RP f 35 TR ¦ ἐνεβριμήθη TNT2 WH NA NIV SBL * 9:32 ⸋ ἄνθρωπον RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 9:33 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ὅτι f 35 TR * 9:35 ⸋ ἐν τῷ λαῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:36 ⸂ ἐσκυλμένοι RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκλελυμένοι TR * 9:36 ⸂2 ὡσεὶ RP TR WH NA NIV SBL ¦ ὡς f 35 TNT2