4
Διαμαρτύρομαι *οὖν*2ἐγὼἐνώπιον τοῦ θεοῦ, καὶ *τοῦ κυρίου Ἰησοῦ χριστοῦ,⸃ τοῦ μέλλοντος κρίνειν *2ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ,⸃ κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ *τὰς ἐπιθυμίας τὰς ἰδίαςἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν· καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ καιρὸς τῆς *ἐμῆς ἀναλύσεωςἐφέστηκεν. *Τὸν ἀγῶνα τὸν καλὸνἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπόν, ἀπόκειταί μοι τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.
Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. 11 Λουκᾶς ἐστὶν μόνος μετἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· *ἀποδῴηαὐτῷ κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ *ἀνθέστηκεντοῖς ἡμετέροις λόγοις. 16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι *συμπαρεγένετο,⸃ ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. 17  δὲ κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέν με, ἵνα διἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ *ἀκούσῃπάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18  *Καὶῥύσεταί με κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.
22  * κύριος Ἰησοῦς χριστὸςμετὰ τοῦ πνεύματός σου.
χάρις μεθὑμῶν. *Ἀμήν.⸌
* 4:1 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:1 ⸋2 ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:1 ⸂ τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL * 4:1 ⸂2 ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ RP f 35 TR ¦ ζῶντας καὶ νεκρούς καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ TNT2 WH NA NIV SBL * 4:3 ⸂ τὰς ἐπιθυμίας τὰς ἰδίας RP f 35 TR ¦ τὰς ἰδίας ἐπιθυμίας TNT2 WH NA NIV SBL * 4:6 ⸂ ἐμῆς ἀναλύσεως RP f 35 TR ¦ ἀναλύσεώς μου TNT2 WH NA NIV SBL * 4:7 ⸂ Τὸν ἀγῶνα τὸν καλὸν RP f 35 TR ¦ Τὸν καλὸν ἀγῶνα TNT2 WH NA NIV SBL * 4:14 ⸂ ἀποδῴη RP f 35 TR ¦ ἀποδώσει TNT2 WH NA NIV SBL * 4:15 ⸂ ἀνθέστηκεν RP f 35 ¦ ἀνθέστηκε TR ¦ ἀντέστη TNT2 WH NA NIV SBL * 4:16 ⸂ συμπαρεγένετο RP f 35 TR ¦ παρεγένετο TNT2 WH NA NIV SBL * 4:17 ⸂ ἀκούσῃ RP f 35 TR ¦ ἀκούσωσιν TNT2 WH NA NIV SBL * 4:18 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:22 ⸂ Ὁ κύριος Ἰησοῦς χριστὸς RP f 35 TR ¦ Ὁ κύριος TNT2 WH NA NIV SBL * 4:22 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL