ΠΡΟΣ ΤΙΤΟΝ
1
Παῦλος, δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατεὐσέβειαν, ἐπἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ἐπιστεύθην ἐγὼ κατἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· *χάρις, ἔλεος, εἰρήνηἀπὸ θεοῦ πατρός, καὶ *2κυρίου Ἰησοῦ χριστοῦτοῦ σωτῆρος ἡμῶν.
Τούτου χάριν *κατέλιπόνσε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην· εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἀνυπότακτα. Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς θεοῦ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
10 Εἰσὶν γὰρ *πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται,⸃ μάλιστα οἱ ἐκ *περιτομῆς, 11 οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. 12 Εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. 13  μαρτυρία αὕτη ἐστὶν ἀληθής. Διἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. 15  *Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲμεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν· ἀλλὰ μεμίανται αὐτῶν καὶ νοῦς καὶ συνείδησις. 16 Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
* 1:4 ⸂ χάρις, ἔλεος, εἰρήνη RP f 35 TR ¦ χάρις καὶ εἰρήνη TNT2 WH NA NIV SBL * 1:4 ⸂2 κυρίου Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL * 1:5 ⸂ κατέλιπόν RP f 35 TR ¦ ἀπέλιπόν TNT2 NA NIV SBL ¦ ἀπέλειπόν WH * 1:10 ⸂ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται RP f 35 TR NA27+28 SBL ¦ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται TNT2 WH NA25 NIV * 1:10 ⸆ – RP f 35 TR ¦ τῆς TNT2 WH NA NIV SBL * 1:15 ⸂ Πάντα μὲν … τοῖς δὲ RP f 35 TR ¦ Πάντα … τοῖς δὲ TNT2 WH NA NIV SBL