2
Σὺ δὲ λάλει πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ· πρεσβύτας νηφαλέους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, *μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας,⸃ καλοδιδασκάλους, ἵνα *σωφρονίζωσιντὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ λόγος τοῦ θεοῦ βλασφημῆται· τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ *ἀδιαφθορίαν,⸃ σεμνότητα, *ἀφθαρσίαν,⸌ λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων *περὶ ἡμῶν λέγεινφαῦλον. Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10 μὴ νοσφιζομένους, ἀλλὰ *πίστιν πᾶσανἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν *τοῦ σωτῆρος *ἡμῶνθεοῦ κοσμῶσιν ἐν πᾶσιν. 11 Ἐπεφάνη γὰρ χάρις τοῦ θεοῦ *σωτήριος πᾶσιν ἀνθρώποις, 12 παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν *Ἰησοῦ χριστοῦ,⸊ 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
15 Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.
* 2:3 ⸂ μὴ διαβόλους, μὴ … δεδουλωμένας RP f 35 TR NA27+28 NIV ¦ μὴ διαβόλους, μηδὲ … δεδουλωμένας TNT2 WH NA25 SBL * 2:4 ⸂ σωφρονίζωσιν RP f 35 ¦ σωφρονίζωσι TR WH NA NIV SBL ¦ σωφρονίζουσιν TNT2 * 2:7 ⸂ ἀδιαφθορίαν RP f 35 TR ¦ ἀφθορίαν TNT2 WH NA NIV SBL * 2:7 ⸋ ἀφθαρσίαν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:8 ⸂ περὶ ἡμῶν λέγειν RP f 35 ¦ περὶ ὑμῶν λέγειν TR ¦ λέγειν περὶ ἡμῶν TNT2 WH NA NIV SBL * 2:10 ⸉ πίστιν πᾶσαν RP f 35 TR ¦ πᾶσαν πίστιν TNT2 WH NA NIV SBL * 2:10 ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL * 2:10 ⸂ ἡμῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ὑμῶν TR * 2:11 ⸋ ἡ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:13 ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR NA27+28 NIV SBL ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA25