5
Fornication Rebuked
1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν *ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα †ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ‡ποιήσας.
3 Ἐγὼ μὲν γάρ, §ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, 4 ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ *Χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ †Χριστοῦ 5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ‡Ἰησοῦ.
6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7 ἐκκαθάρατε §οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν *ὑπὲρ ἡμῶν †ἐτύθη Χριστός· 8 ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ᾽ ἐν ἀζύμοις ‡εἰλικρινείας καὶ ἀληθείας.
9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 §καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις *ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ †ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 ‡νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ μοι §καὶ τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13 τοὺς δὲ ἔξω ὁ Θεὸς *κρινεῖ. †καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
* 5:1 ονομαζεται 95.5% ¦ — ᴄᴛ 3.3% † 5:2 εξαρθη ¦ αρθη ᴄᴛ ‡ 5:2 ποιησας ¦ πραξας ɴᴀ ᴡʜ § 5:3 ως ¦ — ᴄᴛ * 5:4 χριστου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ † 5:4 χριστου ¦ — ᴄᴛ ‡ 5:5 ιησου ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ § 5:7 ουν ¦ — ᴄᴛ ʜꜰ ʀᴘ * 5:7 υπερ ημων 91.4% ¦ — ᴄᴛ 3.5% † 5:7 ετυθη ¦ εθυθη ᴇʟᴢ ꜱᴄʀ ‡ 5:8 ειλικρινειας ¦ ειλικρινιας ᴡʜ § 5:10 και ¦ — ᴄᴛ * 5:10 η ¦ και ᴄᴛ † 5:10 οφειλετε ¦ ωφειλετε ᴄᴛ ‡ 5:11 νυνι ¦ νυν ᴀɴᴛ ᴄᴛ ʀᴘ § 5:12 και ¦ — ᴄᴛ * 5:13 κρινεῖ ¦ κρίνει ꜱʙʟ ᴛʀ ᴡʜ † 5:13 και εξαρειτε ¦ εξαρατε ᴄᴛ