6
Lawsuits Among Believers
1 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; 2 *οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; 3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; 4 βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε; 5 πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ †ἔνι ἐν ὑμῖν ‡σοφός, οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, 6 §ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; 7 ἤδη μὲν οὖν ὅλως ἥττημα *ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; 8 †ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ‡ταῦτα ἀδελφούς.
9 Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι §βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; μὴ πλανᾶσθε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται 10 οὔτε *πλεονέκται οὔτε κλέπται οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες—βασιλείαν Θεοῦ †οὐ κληρονομήσουσι. 11 καὶ ταῦτά τινες ἦτε· ‡ἀλλὰ ἀπελούσασθε, §ἀλλὰ ἡγιάσθητε, *ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου †Ἰησοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.
Flee Fornication
12 Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· 14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ‡ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 §οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17 ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. 18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν *καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.
* 6:2 ουκ ¦ η ουκ ᴄᴛ † 6:5 ενι ¦ εστιν ᴛʀ ‡ 6:5 σοφος ουδε εις ¦ ουδεις σοφος ᴄᴛ § 6:6 αλλα ¦ αλλ ɴᴀ * 6:7 υμιν ¦ εν υμιν ᴛʀ † 6:8 αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ ‡ 6:8 ταυτα ¦ τουτο ᴄᴛ § 6:9 βασιλειαν θεου ¦ θεου βασιλειαν ᴄᴛ * 6:10 πλεονεκται ουτε κλεπται ουτε ¦ κλεπται ουτε πλεονεκται ουτε ᴛʀ ¦ κλεπται ουτε πλεονεκται ου ᴄᴛ † 6:10 ου 82.1% ¦ — ᴄᴛ 14.3% ‡ 6:11 αλλα ¦ αλλ ɴᴀ § 6:11 αλλα ¦ αλλ ɴᴀ ᴘᴄᴋ * 6:11 αλλ ¦ αλλα ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ † 6:11 ιησου ¦ ιησου χριστου ɴᴀ ¦ ημων ιησου χριστου ᴛʜ ᴡʜ ‡ 6:14 ημας ¦ υμας ᴇʟᴢ § 6:16 ουκ ¦ η ουκ ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ * 6:20 και εν τω πνευματι υμων ατινα εστι του θεου 93.4% ¦ — ᴄᴛ 3.8%