ΙΩΑΝΝΟΥ Β
1
Greeting
πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθ*ἡμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρός, καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
Walking in Truth and Love
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, §ἀλλὰ ἣν *εἴχομεν ἀπἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. Καὶ αὕτη ἐστὶν ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη ἐστὶν ἐντολή, καθὼς ἠκούσατε ἀπἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. Ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν πλάνος καὶ ἀντίχριστος. Βλέπετε ἑαυτούς, ἵνα μὴ §ἀπολέσωμεν *εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. Πᾶς παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει· μένων ἐν τῇ διδαχῇ §τοῦ Χριστοῦ, οὗτος καὶ τὸν *πατέρα καὶ τὸν υἱὸν ἔχει. 10 Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· 11  γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
Final Greetings
12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· §ἀλλὰ ἐλπίζω *ἐλθεῖν πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα χαρὰ ἡμῶν πεπληρωμένη.
13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. §Ἀμήν.
* 1:3 ημων ¦ υμων ANT PCK SCR 1:3 κυριου 91.2% ¦ — CT 6.2% 1:5 γραφων σοι καινην 72.1% ¦ γραφω σοι καινην ST 12.4% ¦ καινην γραφων σοι NA27 SBL TH 9.2% § 1:5 αλλα ¦ αλλ ECM NA28 PCK * 1:5 ειχομεν ¦ εχομεν PCK ¦ ειχαμεν WH 1:6 εστιν η εντολη ¦ η εντολη εστι CT 1:7 εισηλθον ¦ εξηλθον ECM NA SBL TH ¦ εξηλθαν WH § 1:8 απολεσωμεν … απολαβωμεν 74.9% ¦ απολεσομεν … απολαβομεν MSS 5.1% ¦ απολεσητε … απολαβητε CT 17% * 1:8 ειργασαμεθα ¦ ειργασασθε TH ¦ ηργασαμεθα WH 1:9 παραβαινων 99% ¦ προαγων CT 1% 1:9 ο ¦ ο δε PCK § 1:9 του χριστου 89.3% ¦ — CT 4.5% * 1:9 πατερα και τον υιον ¦ υιον και τον πατερα ECM† 1:11 γαρ λεγων ¦ λεγων γαρ CT 1:12 εβουληθην ¦ ηβουληθην ANT TR § 1:12 αλλα ¦ αλλ ECM NA28 PCK * 1:12 ελθειν 87.1% ¦ γενεσθαι CT 11.4% 1:12 ημων ¦ υμων ECM† SBL WH 1:12 η πεπληρωμενη ¦ πεπληρωμενη η NA27 SBL WH § 1:13 αμην 89% ¦ — CT 8.8%