ΙΩΑΝΝΟΥ Γ
1
Greeting
πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ψυχή. Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. Μειζοτέραν τούτων οὐκ ἔχω *χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα.
Gaius Commended
Ἀγαπητέ, πιστὸν ποιεῖς ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. Ὑπὲρ γὰρ τοῦ §ὀνόματος *ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνῶν. Ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
Diotrephes Denounced
§Ἔγραψα τῇ ἐκκλησίᾳ· ἀλλ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. 10 Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
Demetrius Commended
11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· * κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ ὑπαὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἴδατε ὅτι μαρτυρία ἡμῶν ἀληθής ἐστι.
Final Greetings
13 Πολλὰ εἶχον §γράφειν, ἀλλοὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι *γράψαι· 14 ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατὄνομα.
* 1:4 χαραν ¦ χαριν WH 1:4 αληθεια ¦ τη αληθεια NA27 SBL TH WH 1:5 εις τους 89.8% ¦ τουτο CT 7.6% § 1:7 ονοματος ¦ ονοματος αυτου SCR * 1:7 εξηλθον ¦ εξηλθαν WH 1:7 εθνων 88% ¦ εθνικων ANT CT 12% 1:8 απολαμβανειν 91.4% ¦ υπολαμβανειν CT 7.6% § 1:9 εγραψα ¦ εγραψα τι CT * 1:11 ο ¦ ο δε PCK TR 1:12 υπ ¦ υπο CT 1:12 οιδατε 61.2% ¦ οιδαμεν PCK 23.2% ¦ οιδας CT 15% § 1:13 γραφειν ¦ γραψαι σοι CT * 1:13 γραψαι ¦ γραφειν CT 1:14 ιδειν σε 95% ¦ σε ιδειν CT 4.8%