14
The Plot to Kill Jesus
Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. Ἔλεγον *δέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
Jesus Anointed at Bethany
Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· §καὶ συντρίψασα *τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, καὶ λέγοντες, Εἰς τί ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; Ἠδύνατο γὰρ §τοῦτο πραθῆναι ἐπάνω *τριακοσίων δηναρίων, καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ. δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί. Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε §αὐτοὺς *εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι §μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. Ἀμὴν *δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
Judas Agrees to Betray Jesus
10 Καὶ § Ἰούδας * Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτὸν αὐτοῖς. 11 Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι, καὶ ἐζήτει πῶς §εὐκαίρως αὐτὸν παραδῷ.
The Passover with the Disciples
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες *ἑτοιμάσομεν ἵνα φάγῃς τὸ Πάσχα; 13 Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι διδάσκαλος λέγει, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον· §ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 Καὶ ἐξῆλθον οἱ μαθηταὶ *αὐτοῦ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ἐσθίων μετἐμοῦ. 19 Οἱ δὲ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς §καθεἷς, Μήτι ἐγώ; *Καὶ ἄλλος, Μήτι ἐγώ; 20  δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Εἷς ἐκ τῶν δώδεκα, ἐμβαπτόμενος μετἐμοῦ εἰς τὸ §τρυβλίον. 21 * μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διοὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος.
The Institution of the Lord's Supper
22 Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν Ἰησοῦς ἄρτον, §εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπε, Λάβετε, *φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. 23 Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ §περὶ πολλῶν ἐκχυνόμενον. 25 *Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
Jesus Predicts Peter's Denial
27 Καὶ λέγει αὐτοῖς Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ §διασκορπισθήσεται τὰ πρόβατα. 28 *Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29  δὲ Πέτρος ἔφη αὐτῷ, Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλοὐκ ἐγώ. 30 Καὶ λέγει αὐτῷ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον §ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν δὶς ἀλέκτορα φωνῆσαι, τρὶς *ἀπαρνήσῃ με. 31  δὲ ἐκπερισσοῦ ἔλεγε μᾶλλον, Ἐάν §με δέῃ συναποθανεῖν σοι, οὐ μή σε *ἀπαρνήσωμαι. Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
Jesus Prays in the Garden of Gethsemane
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε, ἕως προσεύξωμαι. 33 Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ §Ἰάκωβον καὶ *Ἰωάννην μεθἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34 Καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 Καὶ §προσελθὼν μικρόν, *ἔπεσεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπαὐτοῦ ὥρα. 36 Καὶ ἔλεγεν, Ἀββᾶ, πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον ἀπἐμοῦ τοῦτο· ἀλλοὐ τί ἐγὼ θέλω, §ἀλλὰ τί σύ. 37 Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; Οὐκ *ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, δὲ σὰρξ ἀσθενής. 39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. 40 Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ §οἱ ὀφθαλμοὶ αὐτῶν *βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσι. 41 Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ὥρα. Ἰδού, παραδίδοται υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, παραδιδούς με ἤγγικε.
Jesus Arrested
43 Καὶ §εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, *παραγίνεται Ἰούδας, εἷς ὢν τῶν δώδεκα, καὶ μεταὐτοῦ ὄχλος §πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, *παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 Δεδώκει δὲ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν, καὶ ἀπαγάγετε ἀσφαλῶς. 45 Καὶ ἐλθών, §εὐθέως προσελθὼν αὐτῷ λέγει *αὐτῷ, Ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 46 Οἱ δὲ ἐπέβαλον §ἐπαὐτὸν τὰς χεῖρας αὐτῶν, καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ *ὠτίον. 48 Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 Καθἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλἵνα πληρωθῶσιν αἱ γραφαί. 50 Καὶ ἀφέντες αὐτὸν §πάντες ἔφυγον.
A Young Man Flees
51 Καὶ *εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι· 52  δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν §ἀπαὐτῶν.
Jesus Faces the Sanhedrin
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται *αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 Καὶ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον. 56 Πολλοὶ γὰρ ἐψευδομαρτύρουν καταὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν καταὐτοῦ, λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 Καὶ οὐδὲ οὕτως ἴση ἦν μαρτυρία αὐτῶν. 60 Καὶ ἀναστὰς ἀρχιερεὺς εἰς §μέσον *ἐπηρώτησε τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; 61  δὲ ἐσιώπα, καὶ οὐδὲν ἀπεκρίνατο. Πάλιν ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ Χριστός, υἱὸς τοῦ εὐλογητοῦ; 62  δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενον §μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63  δὲ ἀρχιερεὺς *διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν §τὸ πρόσωπον αὐτοῦ, καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, *Προφήτευσον. Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.
Peter Denies Jesus
66 Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ §Ναζαρηνοῦ *Ἰησοῦ ἦσθα. 68  δὲ ἠρνήσατο, λέγων, Οὐκ οἶδα, οὐδὲ ἐπίσταμαι §τί σὺ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον· *καὶ ἀλέκτωρ ἐφώνησε. 69 Καὶ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70  δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, §καὶ λαλιά σου ὁμοιάζει. 71  δὲ ἤρξατο ἀναθεματίζειν καὶ *ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. Καὶ ἀνεμνήσθη Πέτρος τὸ ῥῆμα εἶπεν αὐτῷ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα §φωνῆσαι δίς, *ἀπαρνήσῃ με τρίς. Καὶ ἐπιβαλὼν ἔκλαιε.
* 14:2 δε ¦ γαρ CT 14:2 θορυβος εσται ¦ εσται θορυβος CT 14:3 τη KX-108 ¦ — KX-56 § 14:3 και ¦ — CT * 14:3 το KX-108 ¦ τον KX-57 ¦ την CT 14:3 κατα ¦ — CT 14:4 και λεγοντες ¦ λεγοντες ANT ¦ — CT § 14:5 τουτο ¦ τουτο το μυρον ANT CT * 14:5 τριακοσιων δηναριων ¦ δηναριων τριακοσιων ECM† NA SBL TH WH 14:6 ειργασατο ¦ ηργασατο CT 14:6 εν εμοι ¦ εις εμε TR § 14:7 αυτους ¦ αυτοις CT * 14:7 ευ ¦ παντοτε ευ WH 14:8 εσχεν ¦ ειχεν TR 14:8 αυτη ¦ — CT § 14:8 μου το σωμα ¦ το σωμα μου CT * 14:9 δε KX-98 ¦ — KX-64 ANT PCK RP TR 14:9 εαν ¦ αν TR 14:9 τουτο ¦ — ECM† NA SBL TH WH § 14:10 ο ¦ — ANT CT PCK * 14:10 ο ισκαριωτης ¦ ισκαριωθ ο CT 14:10 παραδω αυτον ¦ αυτον παραδοι CT 14:11 αργυριον ¦ αργυρια ANT PCK § 14:11 ευκαιρως αυτον παραδω ¦ αυτον ευκαιρως παραδοι CT * 14:12 ετοιμασομεν KX-93 ¦ ετοιμασωμεν KX-73 ANT CT RP TR 14:14 καταλυμα ¦ καταλυμα μου ANT CT 14:15 ανωγεον ¦ αναγαιον CT ¦ ανωγεων PCK ¦ ανωγαιον ANT § 14:15 εκει ¦ και εκει ECM† NA SBL TH WH * 14:16 αυτου ¦ — CT 14:18 ειπεν ο ιησους ¦ ο ιησους ειπεν CT 14:19 οι δε ¦ — CT § 14:19 καθ ¦ κατα CT * 14:19 και αλλος μητι εγω 87.5% ¦ — CT 8.2% 14:20 αποκριθεις ¦ — CT 14:20 εκ ¦ — CT § 14:20 τρυβλιον 96% ¦ εν τρυβλιον WH 0.2% * 14:21 ο ¦ οτι ο CT 14:21 ην ¦ — ECM† NA SBL TH WH 14:22 ο ιησους ¦ — ECM† NA SBL TH WH § 14:22 ευλογησας ¦ και ευλογησας PCK * 14:22 φαγετε ¦ — CT 14:23 το ¦ — CT 14:24 το της καινης 85.2% ¦ της καινης MSS 13.7% ¦ της CT 0.5% § 14:24 περι πολλων εκχυνομενον ¦ εκχυννομενον υπερ πολλων CT * 14:25 αμην KX-98 ¦ αμην δε KX-66 14:25 γενηματος ¦ γεννηματος TR 14:27 εν εμοι εν τη νυκτι ταυτη KX-101 ¦ — KX-65 CT § 14:27 διασκορπισθησεται τα προβατα ¦ διασκορπισθησονται τα προβατα ANT ¦ τα προβατα διασκορπισθησονται CT * 14:28 αλλα μετα ¦ μετα δε PCK 14:29 και ει ¦ ει και CT 14:30 συ ¦ — TR § 14:30 εν τη νυκτι ταυτη ¦ ταυτη τη νυκτι CT * 14:30 απαρνηση με ¦ με απαρνηση CT 14:31 δε ¦ δε πετρος ANT 14:31 εκπερισσου ελεγε μαλλον ¦ εκπερισσως ελαλει CT § 14:31 με δεη ¦ δεη με NA SBL TH WH * 14:31 απαρνησωμαι ¦ απαρνησομαι ANT CT TR 14:32 γεθσημανη ¦ γεθσημανι ECM NA SBL ¦ γεθσημανει TH WH 14:32 προσευξωμαι ¦ προσευξομαι PCK § 14:33 ιακωβον ¦ τον ιακωβον ECM NA TH TR WH * 14:33 ιωαννην ¦ τον ιωαννην ECM NA TH ¦ τον ιωανην WH 14:33 μεθ᾽ ἑαυτοῦ ¦ μετ᾽ αὐτοῦ CT 14:34 λεγει KX-9 ¦ λεγειν KX-5 ANT § 14:35 προσελθων ¦ προελθων ANT CT PCK TR * 14:35 επεσεν ¦ επεσεν επι προσωπον ANT ¦ επιπτεν CT 14:36 παρενεγκε ¦ παρενεγκαι PCK 14:36 απ εμου τουτο ¦ τουτο απ εμου CT § 14:36 αλλα ¦ αλλ ει ANT * 14:37 ισχυσας ¦ ισχυσατε ANT 14:38 εισελθητε ¦ ελθητε ECM† NA SBL TH WH 14:40 υποστρεψας ευρεν αυτους παλιν 94.5% ¦ παλιν ελθων ευρεν αυτους CT 0.5% § 14:40 οι οφθαλμοι αυτων ¦ αυτων οι οφθαλμοι CT * 14:40 βεβαρημενοι ¦ καταβαρυνομενοι ANT CT PCK 14:40 αυτω αποκριθωσι ¦ αποκριθωσιν αυτω ANT CT 14:41 λοιπον ¦ το λοιπον CT TR § 14:43 ευθεως ¦ ευθυς CT * 14:43 παραγινεται ¦ παραγεινεται TH 14:43 ιουδας ¦ ιουδας ο ισκαριωτης ANT ¦ ο ιουδας WH 14:43 ων ¦ — ANT CT § 14:43 πολυς ¦ — CT * 14:43 παρα ¦ απεσταλμενοι παρα ANT 14:43 των ¦ — ANT 14:44 απαγαγετε ¦ απαγετε NA SBL TH WH § 14:45 ευθεως ¦ ευθυς CT * 14:45 αυτω ¦ — ANT CT TR 14:45 ραββι ραββι ¦ χαιρε ραββι ANT ¦ ραββι ECM NA SBL ¦ ραββει TH WH 14:46 επεβαλον ¦ επεβαλαν SBL WH § 14:46 επ αυτον τας χειρας αυτων ¦ τας χειρας αυτω ECM† NA SBL TH WH ¦ τας χειρας αυτων ECM† * 14:47 ωτιον ¦ ωταριον CT 14:48 εξηλθετε ¦ εξηλθατε CT 14:49 ημην προς υμας ¦ προς υμας ημην ANT § 14:50 παντες εφυγον ¦ εφυγον παντες ANT CT * 14:51 εις τις νεανισκος 98.7% ¦ νεανισκος τις ECM† NA SBL TH WH 0.5% 14:51 ηκολουθησεν ¦ ηκολουθει TR ¦ συνηκολουθει CT 14:51 οι νεανισκοι ¦ — CT § 14:52 απ αυτων 96.7% ¦ — CT 0.3% * 14:53 αυτω ¦ — ECM NA SBL WH 14:54 συγκαθημενος ¦ συνκαθημενος TH WH 14:55 ευρισκον ¦ ηυρισκον CT § 14:60 μεσον ¦ το μεσον ANT TR * 14:60 επηρωτησε ¦ επηρωτα ANT 14:61 ουδεν απεκρινατο ¦ ουκ απεκρινατο ουδεν CT 14:62 εκ δεξιων καθημενον ¦ καθημενον εκ δεξιων TR § 14:62 μετα ¦ επι ANT * 14:63 διαρρηξας ¦ διαρηξας WH 14:64 ηκουσατε ¦ ηκουσατε παντως ANT 14:64 ειναι ενοχον ¦ ενοχον ειναι CT § 14:65 το προσωπον αυτου ¦ αυτου το προσωπον CT * 14:65 προφητευσον ¦ προφητευσον ημιν τις εστιν ο παισας σε ANT 14:65 εβαλλον 55.1% ¦ εβαλον ANT 37% ¦ ελαβον CT 5.7% 14:66 εν τη αυλη κατω ¦ κατω εν τη αυλη ANT CT § 14:67 ναζαρηνου ιησου ¦ ιησου του ναζαρηνου ANT * 14:67 ιησου ησθα ¦ ησθα του ιησου CT 14:68 ουκ ¦ ουτε CT 14:68 ουδε ¦ ουτε CT HF PCK § 14:68 τι συ ¦ συ τι CT * 14:68 και αλεκτωρ εφωνησε 97.2% ¦ — ECM† WH 0.5% 14:69 παλιν ηρξατο ¦ ηρξατο παλιν CT 14:69 παρεστηκοσιν ¦ παρεστωσιν CT § 14:70 και η λαλια σου ομοιαζει ¦ — ECM NA TH WH * 14:71 ομνυναι ¦ ομνυειν TR 14:72 και 96.6% ¦ και ευθυς ECM† NA SBL TH WH 0.8% 14:72 το ρημα ο ¦ του ρηματος ου TR ¦ το ρημα ως CT § 14:72 φωνησαι δις ¦ δις φωνησαι WH * 14:72 απαρνηση με τρις ¦ τρις με απαρνηση CT