15
Jesus Handed Over to Pontius Pilate
Καὶ *εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ §Πιλάτῳ. Καὶ ἐπηρώτησεν αὐτὸν *Πιλάτος, Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Σὺ λέγεις. Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά· δὲ §Πιλάτος πάλιν *ἐπηρώτησεν αὐτόν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου καταμαρτυροῦσιν. δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλάτον.
The Crowd Calls For Jesus' Crucifixion
Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, §ὅνπερ ᾐτοῦντο. Ἦν δὲ λεγόμενος Βαραββᾶς μετὰ τῶν *συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. Καὶ ἀναβοήσας ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. δὲ §Πιλάτος ἀπεκρίθη αὐτοῖς, λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 *Ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11 Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12  δὲ Πιλάτος ἀποκριθεὶς πάλιν §εἶπεν αὐτοῖς, Τί οὖν *θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων; 13 Οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. 14  δὲ Πιλάτος ἔλεγεν αὐτοῖς, Τί γὰρ §κακὸν ἐποίησεν; Οἱ δὲ *περισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν. 15  δὲ Πιλάτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν· καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
The Soldiers Mock Jesus
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ἐστι πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 Καὶ §ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18 καὶ ἤρξαντο ἀσπάζεσθαι *αὐτόν, Χαῖρε, βασιλεὺς τῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια §τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
The Crucifixion
21 Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ *Γολγοθᾶ τόπον, ἐστι μεθερμηνευόμενον Κρανίου Τόπος. 23 Καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· § δὲ οὐκ ἔλαβε. 24 Καὶ *σταυρώσαντες αὐτόν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπαὐτά, τίς τί ἄρῃ. 25 Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. 26 Καὶ ἦν ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, βασιλεὺς τῶν Ἰουδαίων. 27 Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28 §Καὶ ἐπληρώθη γραφὴ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, *κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, Οὐά, καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, 30 σῶσον σεαυτόν, καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. 31 Ὁμοίως §καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32  Χριστὸς βασιλεὺς *τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
The Death of Jesus
33 §Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφὅλην τὴν γῆν ἕως ὥρας *ἐνάτης. 34 Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἐλωΐ, Ἐλωΐ, §λιμὰ *σαβαχθανί; ἐστι μεθερμηνευόμενον, Θεός μου, Θεός μου, εἰς τί με ἐγκατέλιπες; 35 Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, §Ἰδού, *Ἠλίαν φωνεῖ. 36 Δραμὼν δὲ εἷς, καὶ γεμίσας σπόγγον ὄξους, περιθείς §τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται *Ἠλίας καθελεῖν αὐτόν. 37  δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39 Ἰδὼν δὲ κεντυρίων παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς § ἄνθρωπος οὗτος υἱὸς *ἦν Θεοῦ.
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία Μαγδαληνή, καὶ Μαρία §τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ *Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, 41 αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
The Burial of Jesus
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν Παρασκευή, ἐστι §προσάββατον, 43 *ἦλθεν Ἰωσὴφ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸς Πιλάτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44  δὲ §Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ *πάλαι ἀπέθανε. 45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46 Καὶ ἀγοράσας σινδόνα, καὶ καθελὼν αὐτόν, ἐνείλησε τῇ σινδόνι, καὶ §κατέθηκεν αὐτὸν ἐν *μνημείῳ, ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47  δὲ Μαρία Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ §τίθεται.
* 15:1 ευθεως ¦ ευθυς CT 15:1 επι το 80% ¦ επι τω MSS 17.3% ¦ — ECM† NA SBL TH WH 1.1% 15:1 τω ¦ — CT § 15:1 πιλατω ¦ πειλατω TH WH * 15:2 πιλατος ¦ πειλατος TH WH 15:2 ειπεν αυτω ¦ αυτω λεγει CT 15:3 πολλα ¦ πολλα αυτος δε ουδεν απεκρινατο ANT SCR § 15:4 πιλατος ¦ πειλατος TH WH * 15:4 επηρωτησεν ¦ επηρωτα ANT CT 15:4 καταμαρτυρουσιν ¦ κατηγορουσιν CT 15:5 πιλατον ¦ πειλατον TH WH § 15:6 ονπερ ητουντο ¦ ον παρητουντο ECM† NA SBL TH WH * 15:7 συστασιαστων ¦ στασιαστων CT 15:8 αναβοησας ¦ αναβας ECM† NA SBL TH WH 15:8 αει ¦ — ECM NA SBL WH § 15:9 πιλατος ¦ πειλατος TH WH * 15:10 εγινωσκε ¦ εγεινωσκε TH 15:12 πιλατος ¦ πειλατος TH WH 15:12 αποκριθεις παλιν ¦ παλιν αποκριθεις CT § 15:12 ειπεν ¦ ελεγεν CT * 15:12 θελετε ¦ — ECM TH WH 15:12 βασιλεα ¦ τον βασιλεα ANT CT 15:14 πιλατος ¦ πειλατος TH WH § 15:14 κακον εποιησεν ¦ εποιησε κακον ANT CT * 15:14 περισσοτερως 𝔐15 ¦ περισσως 𝔐7 CT 15:15 πιλατος ¦ πειλατος TH WH 15:16 συγκαλουσιν ¦ συνκαλουσιν TH WH § 15:17 ενδυουσιν ¦ ενδιδυσκουσιν CT * 15:18 αυτον ¦ αυτον και λεγειν PCK 15:18 ο βασιλευς ¦ βασιλευ CT TR 15:19 αυτου την κεφαλην 𝔐15 ¦ την κεφαλην αυτου 𝔐9 § 15:20 τα ιδια 96.2% ¦ αυτου ECM† NA WH 0.8% * 15:22 γολγοθα 𝔐14 ¦ γολγοθαν 𝔐8 ¦ τον γολγοθαν CT 15:22 μεθερμηνευομενον ¦ μεθερμηνευομενος WH 15:23 πιειν ¦ — CT § 15:23 ο ¦ ος ECM† NA SBL TH WH * 15:24 σταυρωσαντες αυτον ¦ σταυρουσιν αυτον και ECM† NA SBL TH WH 15:24 διαμεριζονται ¦ διεμεριζον TR 15:24 βαλλοντες 𝔐16 ¦ βαλοντες 𝔐8 § 15:28 και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη 84.9% ¦ — NA SBL TH WH 11% {Note: ECM encloses this text with double brackets.} * 15:29 κινουντες ¦ κεινουντες TH 15:29 εν τρισιν ημεραις οικοδομων ¦ οικοδομων εν τρισιν ημεραις ECM† NA SBL TH WH 15:30 και καταβα ¦ καταβας CT § 15:31 και ¦ δε και ANT TR * 15:32 του ¦ — CT 15:32 πιστευσωμεν 𝔐30 ¦ πιστευσωμεν αυτω 𝔐14 ANT HF PCK RP 15:32 αυτω 95.4% ¦ συν αυτω ECM NA SBL WH 1.2% § 15:33 γενομενης δε ¦ και γενομενης CT * 15:33 ενατης 𝔐15 ¦ εννατης 𝔐9 TR 15:34 ωρα τη ενατη 𝔐15 ¦ ωρα τη εννατη 𝔐8 TR ¦ ενατη ωρα CT 15:34 λεγων ¦ — CT § 15:34 λιμα ¦ λαμμα TR ¦ λεμα ECM NA SBL ¦ λαμα TH WH * 15:34 σαβαχθανι ¦ σαβαχθανει TH WH 15:34 μου 𝔐14 ¦ — 𝔐10 PCK 15:34 με εγκατελιπες ¦ εγκατελιπες με ECM† NA SBL TH WH § 15:35 ιδου 𝔐17 ¦ ιδου οτι 𝔐7 ¦ ιδε ANT CT * 15:35 ηλιαν ¦ ηλειαν WH 15:36 εις ¦ τις CT 15:36 και ¦ — TH WH § 15:36 τε ¦ — CT * 15:36 ηλιας ¦ ηλειας WH 15:38 απο ¦ απ CT 15:39 κραξας 96.5% ¦ — ECM† NA SBL TH WH 0.4% § 15:39 ο ανθρωπος ουτος ¦ ουτος ο ανθρωπος CT * 15:39 ην θεου ¦ θεου ην ECM NA SBL WH 15:40 ην και 𝔐17 ¦ ην 𝔐7 PCK ¦ και CT 15:40 μαρια ¦ μαριαμ WH § 15:40 του ¦ — CT * 15:40 ιωση ¦ ιωσητος CT 15:41 αι και 88.8% ¦ και MSS 7.4% ¦ αι CT 3.6% 15:42 ην παρασκευη ¦ παρασκευη ην PCK § 15:42 προσαββατον 𝔐14 ¦ προς σαββατον 𝔐5 ¦ προς σαβατον 𝔐5 * 15:43 ηλθεν 𝔐15 ¦ ελθων 𝔐9 ANT CT PCK 15:43 ο ¦ — WH 15:43 πιλατον ¦ τον πιλατον ECM† NA SBL ¦ τον πειλατον TH WH § 15:44 πιλατος ¦ πειλατος TH WH * 15:44 παλαι 97.8% ¦ ηδη TH WH 1.5% 15:45 σωμα ¦ πτωμα CT 15:46 και ¦ — CT § 15:46 κατεθηκεν 93.8% ¦ εθηκεν ECM† NA SBL TH WH 4.6% * 15:46 μνημειω ¦ μνηματι ECM† WH 15:47 μαγδαληνη 𝔐17 ¦ μαγδαλινη 𝔐7 15:47 ιωση ¦ η ιωσητος CT § 15:47 τιθεται ¦ τεθειται CT