7
The Sealing of the 144,000
*Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί τι δένδρον. Καὶ εἶδον ἄλλον ἄγγελον §ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, *ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες, §ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.
 
Ἐκ φυλῆς Ἰούδα, *δώδεκα χιλιάδες ἐσφραγισμέναι·
ἐκ φυλῆς Ῥουβίμ, §δώδεκα *χιλιάδες·
ἐκ φυλῆς Γάδ, δώδεκα χιλιάδες·
ἐκ φυλῆς Ἀσήρ, §δώδεκα *χιλιάδες·
ἐκ φυλῆς Νεφθαλείμ, δώδεκα §χιλιάδες·
ἐκ φυλῆς Μανασσῆ, *δώδεκα χιλιάδες·
ἐκ φυλῆς Συμεών, δώδεκα §χιλιάδες·
ἐκ φυλῆς *Λευΐ, δώδεκα χιλιάδες·
ἐκ φυλῆς §Ἰσαχάρ, *δώδεκα χιλιάδες·
ἐκ φυλῆς Ζαβουλών, δώδεκα §χιλιάδες·
ἐκ φυλῆς Ἰωσήφ, *δώδεκα χιλιάδες·
ἐκ φυλῆς Βενιαμίν, §δώδεκα χιλιάδες *ἐσφραγισμέναι.
Praise from the Great Multitude
Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς §ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, *ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν· 10 καὶ κράζουσι φωνῇ μεγάλῃ, λέγοντες, §σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ. 11 Καὶ πάντες οἱ ἄγγελοι *εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ §τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ, 12 λέγοντες,
 
Ἀμήν· εὐλογία καὶ δόξα καὶ σοφία
καὶ εὐχαριστία καὶ τιμὴ
καὶ δύναμις καὶ ἰσχὺς
τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
 
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον; 14 Καὶ *εἶπον αὐτῷ, Κύριέ μου, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ §ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
 
15 Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ,
καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ·
καὶ καθήμενος ἐπὶ *τῷ θρόνῳ σκηνώσει ἐπαὐτούς.
16 Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι,
οὐδοὐ μὴ πέσῃ ἐπαὐτοὺς ἥλιος,
οὐδὲ πᾶν καῦμα·
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου §ποιμαίνει αὐτούς,
καὶ *ὁδηγεῖ αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων,
καὶ ἐξαλείψει Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
* 7:1 και 𝔐A,C,K [94.4%] ¦ — NA SBL TH WH [5.6%] 7:1 τουτο 𝔐C,K [66.5%] ¦ ταυτα 𝔐A TR [33%] 7:1 τι 𝔐K [54.2%] ¦ παν 𝔐A,C ANT ECM† NA PCK SBL TH TR WH [42.1%] § 7:2 αναβαινοντα 𝔐A,C,K [97.2%] ¦ αναβαντα ST [2.8%] * 7:3 αχρις ου 𝔐A−,C,K [75.6%] ¦ αχρι 𝔐A+ CT [14.3%] ¦ αχρις αν 𝔐A− [9.2%] 7:3 σφραγισωμεν 𝔐A,C,K [84.3%] ¦ σφραγισομεν MSS [14.4%] ¦ σφραγιζωμεν ST [0%] {Note: The ECM data is taken from the New Testament Virtual Manuscript Room online collation; it does not appear in the printed volume.} 7:4 εκατον και τεσσαρακοντα τεσσαρες 𝔐C,K+ [33%] ¦ ρμδ΄ 𝔐A+,K− ECM TR [25.1%] ¦ εκατον τεσσαρακοντα τεσσαρες 𝔐A− ANT [15.8%] ¦ εκατον τεσσερακοντα τεσσαρες NA SBL TH WH [4.2%] ¦ — [8.4%] § 7:4 εσφραγισμενων 𝔐K [39.8%] ¦ εσφραγισμενοι 𝔐A,C ANT CT PCK TR [48.1%] ¦ — MSS [11.6%] * 7:5 δωδεκα 𝔐A,C−,K+ [55.8%] ¦ ιβ΄ 𝔐C+,K− ECM TR [42.8%] 7:5 εσφραγισμεναι 𝔐K [39.8%] ¦ εσφραγισμενοι 𝔐A,C ANT CT PCK TR [53.7%] 7:5 ρουβιμ 𝔐A,C+,K [53.5%] ¦ ρουβειμ 𝔐C− [12.6%] ¦ ρουβην ANT CT TR [11.6%] ¦ ρουβιν MSS [9.8%] § 7:5 δωδεκα 𝔐A+,K− [43.1%] ¦ ιβ΄ 𝔐A−,C,K+ ECM TR [54.2%] * 7:5 χιλιαδες 𝔐C,K [78.1%] ¦ χιλιαδες εσφραγισμενοι 𝔐A TR [16.3%] 7:5 δωδεκα 𝔐A−,K− [40.5%] ¦ ιβ΄ 𝔐A+,C,K+ ECM TR [57.2%] 7:5 χιλιαδες 𝔐A,C,K [88%] ¦ χιλιαδες εσφραγισμενοι TR [7.4%] § 7:6 δωδεκα 𝔐A−,K− [38.8%] ¦ ιβ΄ 𝔐A+,C,K+ ECM TR [57.5%] * 7:6 χιλιαδες 𝔐A,C,K [90.1%] ¦ χιλιαδες εσφραγισμενοι TR [5.6%] 7:6 νεφθαλειμ 𝔐A,C,K [73%] ¦ νεφθαλιμ CT [12.6%] ¦ νεφθαλημ MSS [10.7%] 7:6 δωδεκα 𝔐A−,K− [38.1%] ¦ ιβ΄ 𝔐A+,C,K+ ECM TR [57.7%] § 7:6 χιλιαδες 𝔐A,C,K [92.6%] ¦ χιλιαδες εσφραγισμενοι TR [3.7%] * 7:6 δωδεκα 𝔐A−,K− [39.1%] ¦ ιβ΄ 𝔐A+,C,K+ ECM TR [57.2%] 7:6 χιλιαδες 𝔐A,C,K [91.2%] ¦ χιλιαδες εσφραγισμενοι TR [3.7%] 7:7 δωδεκα 𝔐A−,K− [37.4%] ¦ ιβ΄ 𝔐A+,C,K+ ECM TR [59.8%] § 7:7 χιλιαδες 𝔐A,C,K [92.1%] ¦ χιλιαδες εσφραγισμενοι TR [3.7%] * 7:7 λευι 𝔐A,C,K [96.7%] ¦ λευει WH [0.9%] 7:7 δωδεκα 𝔐A−,K− [37.9%] ¦ ιβ΄ 𝔐A+,C,K+ ECM TR [59.8%] 7:7 χιλιαδες 𝔐A,C,K [92.6%] ¦ χιλιαδες εσφραγισμενοι TR [3.7%] § 7:7 ισαχαρ 𝔐A,C,K [86%] ¦ ισσαχαρ ANT NA SBL TH WH [13.5%] * 7:7 δωδεκα 𝔐A−,K− [37.9%] ¦ ιβ΄ 𝔐A+,C,K+ ECM TR [61.2%] 7:7 χιλιαδες 𝔐A,C,K [94%] ¦ χιλιαδες εσφραγισμενοι TR [3.7%] 7:8 δωδεκα 𝔐A−,K− [37.4%] ¦ ιβ΄ 𝔐A+,C,K+ ECM TR [61.2%] § 7:8 χιλιαδες 𝔐A,C,K [93%] ¦ χιλιαδες εσφραγισμενοι TR [3.7%] * 7:8 δωδεκα 𝔐A−,K− [39.7%] ¦ ιβ΄ 𝔐A+,C,K+ ECM TR [56.5%] 7:8 χιλιαδες 𝔐A,C,K [90.2%] ¦ χιλιαδες εσφραγισμενοι TR [3.7%] 7:8 βενιαμιν 𝔐A,C,K [77.2%] ¦ βενιαμην MSS [15.3%] ¦ βενιαμειν TH WH [3.3%] § 7:8 δωδεκα 𝔐A−,K− [39.7%] ¦ ιβ΄ 𝔐A+,C,K+ ECM TR [58.4%] * 7:8 εσφραγισμεναι 𝔐K [39.3%] ¦ εσφραγισμενοι 𝔐A,C ANT CT PCK TR [43.6%] ¦ — MSS [14.2%] 7:9 ειδον 𝔐A,C,K [87.7%] ¦ ιδον ECM [11.9%] 7:9 αριθμησαι 𝔐A+,C,K [76.3%] ¦ αριθμησαι αυτον 𝔐A− ANT CT TR [20.5%] § 7:9 εδυνατο 𝔐C,K [60.8%] ¦ ηδυνατο 𝔐A TR [37.7%] * 7:9 εστωτας … περιβεβλημενους 𝔐K [46%] ¦ εστωτες … περιβεβλημενοι 𝔐A,C ECM† NA PCK SBL TH TR WH [34.4%] ¦ εστωτες … περιβεβλημενους MSS [6.5%] ¦ εστωτων … περιβεβλημενους MSS [6%] 7:9 φοινικας 𝔐C,K [63.3%] ¦ φοινικες 𝔐A ANT CT TR [36.7%] 7:10 κραζουσι 𝔐A,C,K [94.4%] ¦ κραζοντες TR [3.7%] § 7:10 σωτηρια τω θεω ημων … τω θρονω 𝔐A+,C,K [65%] ¦ σωτηρια τω θεω ημων … του θρονου 𝔐A− ANT SCR [27.1%] ¦ σωτηρια … του θρονου θεω ημων 𝔐A− [6.1%] ¦ σωτηρια … του θρονου του θεου ημων ST [0.5%] * 7:11 ειστηκεισαν 𝔐A,C,K [84.3%] ¦ εστηκεσαν TR [8.3%] ¦ ιστηκεισαν TH WH [5.6%] 7:11 επεσον 𝔐A,C,K [73.6%] ¦ επεσαν ANT CT [25.9%] 7:11 θρονου 𝔐A,C [53.9%] ¦ θρονου αυτου 𝔐K HF [44.7%] § 7:11 τα προσωπα 𝔐A,C,K [92.6%] ¦ προσωπον TR [6%] * 7:14 ειπον 𝔐C,K [70.4%] ¦ ειρηκα 𝔐A ANT CT TR [29.6%] 7:14 μου 𝔐A,C,K [91.7%] ¦ — TR [8.3%] 7:14 επλυναν 𝔐A,C,K− [69.4%] ¦ επλατυναν 𝔐K+ [30.1%] § 7:14 ελευκαναν 𝔐K [51.9%] ¦ ελευκαναν αυτας 𝔐A,C ANT CT PCK SCR [46.1%] ¦ ελευκαναν στολας αυτων ST [0.9%] * 7:15 τω θρονω 𝔐C,K [62%] ¦ του θρονου 𝔐A ANT ECM† NA SBL TH TR WH [38%] 7:16 ετι 𝔐A−,C,K [71.4%] ¦ — 𝔐A+ [27.2%] 7:16 ουδ ου 𝔐A−,C,K [75.1%] ¦ ουδε 𝔐A+ CT TR [24.9%] § 7:17 ποιμαινει 𝔐K [43.5%] ¦ ποιμανει 𝔐A,C CT TR [56.5%] {Note: Nearly half of the extant 𝔐C manuscripts have ποιμανει as the original reading with a correction to have it read ποιμαινει. The text of PCK follows the corrections, which is why PCK deviates from the original 𝔐C reading in this case. This concerted effort to correct 𝔐C manuscripts for this word suggests that 𝔐C manuscripts were produced and circulated in a highly controlled environment. No manuscripts outside of the 𝔐C family make this correction.} * 7:17 οδηγει 𝔐K [49.3%] ¦ οδηγησει 𝔐A,C ANT CT TR [50.7%] {Note: Again, a number of 𝔐C manuscripts have οδηγησει as the original reading with a correction to have it read οδηγει, and PCK follows the corrections.} 7:17 ζωης 𝔐A−,C,K [83.4%] ¦ ζωσας 𝔐A+ TR [15.2%] 7:17 εκ [69.3%] 𝔐A+,C,K ¦ απο 𝔐A− TR [25.2%] ¦ {omit εξαλειψει ο θεος παν δακρυον εκ των οφθαλμων αυτων} MSS [5.5%]