8
The Seventh Seal
Καὶ *ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ Θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
Καὶ ἄλλος ἄγγελος ἦλθε, καὶ ἐστάθη ἐπὶ §τοῦ θυσιαστηρίου, ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα *δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. Καὶ ἀνέβη καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ. Καὶ εἴληφεν ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
The Seven Trumpets
Καὶ οἱ ἑπτὰ ἄγγελοι §οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν *ἑαυτοὺς ἵνα σαλπίσωσι.
Καὶ πρῶτος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα §ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· *καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
Καὶ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα· καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων §διεφθάρη.
10 Καὶ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς *τῶν ὑδάτων. 11 Καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται Ἄψινθος· καὶ ἐγένετο τὸ τρίτον §τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ *τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
12 Καὶ τέταρτος ἄγγελος ἐσάλπισε, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ τὸ τρίτον αὐτῆς μὴ φάνῃ ἡμέρα, καὶ νὺξ ὁμοίως.
13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ §πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ *μεγάλῃ, Οὐαί, οὐαί, οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
* 8:1 οτε 𝔐A,C,K [95%] ¦ οταν NA SBL TH WH [2.7%] 8:1 ημιωριον 𝔐A,C,K [94.1%] ¦ ημιωρον TH WH [5.5%] 8:2 ειδον [86.4%] ¦ ιδον ECM [13.6%] § 8:3 του θυσιαστηριου 𝔐A−,C,K [76.3%] ¦ το θυσιαστηριον 𝔐A+ ECM† TR [23.7%] * 8:3 δωση 𝔐A+,K+ [48.2%] ¦ δωσει 𝔐A+,C,K− ANT ECM† HF NA PCK SBL TH WH [46.8%] 8:5 τον … αυτον 𝔐A,C,K [86.7%] ¦ το … αυτο TR [9.2%] 8:5 βρονται και φωναι 𝔐K [45.9%] ¦ φωναι και βρονται 𝔐A,C PCK TR [41.7%] § 8:6 οι 𝔐A,C,K [90.4%] ¦ — ST [9.6%] * 8:6 ἑαυτοὺς 𝔐A,C,K [96.8%] ¦ αὐτοὺς NA TH (αὑτοὺς SBL WH) [1.8%] 8:7 πρωτος 𝔐C,K [76.4%] ¦ πρωτος αγγελος 𝔐A TR [23.6%] 8:7 μεμιγμενα 𝔐A−,C,K [80.4%] ¦ μεμιγμενον 𝔐A+ ECM† [19.2%] § 8:7 εν 𝔐A−,C,K [83%] ¦ — 𝔐A+ TR [16.5%] * 8:7 και το τριτον της γης κατεκαη 𝔐A,C,K [91.8%] ¦ — TR [7.3%] 8:8 καιομενον 𝔐C,K [61.5%] ¦ πυρι καιομενον 𝔐A ANT CT TR [35.8%] 8:9 εν 𝔐A+,C,K [69.7%] ¦ των εν 𝔐A− ANT CT TR [26.1%] § 8:9 διεφθαρη 𝔐A+,K [67.9%] ¦ διεφθαρησαν 𝔐A+,C CT PCK [28.9%] * 8:10 των 𝔐A,C,K [98.6%] ¦ — TR [0.9%] 8:11 ο 𝔐A−,C,K [77.9%] ¦ — 𝔐A+ TR [21.7%] 8:11 εγενετο 𝔐A+,C,K [85.3%] ¦ γινεται 𝔐A− TR [10.1%] § 8:11 των υδατων 𝔐A,C,K [94.5%] ¦ — ST [1.4%] * 8:11 των 𝔐A,C,K [97.3%] ¦ — TR [1.8%] 8:12 το τριτον αυτης μη φανη η ημερα 𝔐K [27.5%] ¦ η ημερα μη φαινη το τριτον αυτης 𝔐A,C PCK TR [28.2%] ¦ το τριτον αυτων μη φανη η ημερα MSS [8.3%] ¦ η ημερα μη φανη το τριτον αυτης CT [5.1%] 8:13 αετου 𝔐C,K [70%] ¦ αγγελου 𝔐A TR [29.5%] § 8:13 πετομενου 𝔐A,C,K [87.6%] ¦ πετωμενου TR [11.9%] {Note: ECM does not collate this variant unit. Consequently, this variant unit is calculated only from Hoskier's collation.} * 8:13 μεγαλη 𝔐A+,K [73.1%] ¦ μεγαλη τρις 𝔐A−,C PCK [24.5%] {ECM ignores the difference between τρις and τρεις but lists the spelling as τρεις. However, the spelling τρις is predominant. The figure of 24.5% includes both spellings.} 8:13 τοις κατοικουσιν 𝔐A,C [50%] ¦ τους κατοικουντας 𝔐K ANT ECM† HF NA SBL TH WH [50%]