10
Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίαςκαὶ*πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.
Καὶἐπηρώτωναὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; οἱ δὲ εἶπαν· ⸂Ἐπέτρεψεν Μωϋσῆς§ βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. δὲ* Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεναὐτούς ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρακαὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
10 Καὶεἰς τὴν οἰκίαν§ πάλιν οἱ μαθηταὶπερὶ τούτου*ἐπηρώτωναὐτόν. 11 καὶ λέγει αὐτοῖς· Ὃςἂνἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπʼ αὐτήν, 12 καὶ ἐὰναὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον§ μοιχᾶται.
13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνααὐτῶν ἅψηται*· οἱ δὲ μαθηταὶἐπετίμησαν αὐτοῖς. 14 ἰδὼν δὲ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃςἂνμὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ ⸂κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπʼ αὐτά§.
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18  δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς θεός. 19 τὰς ἐντολὰς οἶδας· Μὴφονεύσῃς, Μὴ μοιχεύσῃς⸃, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.* 20  δὲἔφηαὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21  δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησε αὐτὸν καὶ εἶπεν αὐτῷ· Ἕνσε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸςτοῖς§πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθειμοι* 22  δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Καὶ περιβλεψάμενος Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· Τέκνα, πῶς δύσκολόνἐστινεἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· 25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰτῆς τρυμαλιᾶς τῆς ῥαφίδοςδιελθεῖν§ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. 26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸςἑαυτούς* Καὶ τίς δύναται σωθῆναι; 27 ἐμβλέψαςαὐτοῖς Ἰησοῦς λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλʼ οὐ παρὰ θεῷ, πάντα γὰρδυνατὰπαρὰ τῷ θεῷ.
28 Ἤρξατολέγειν Πέτρος§ αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ⸀ἠκολουθήκαμέν*σοι. 29 ἔφη Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἀδελφοὺς ἀδελφὰς μητέρα πατέρα τέκνα ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶμητέρας§καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶοἱ*ἔσχατοι πρῶτοι.
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς Ἰησοῦς, καὶ ἐθαμβοῦντο, ⸂οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν 33 ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖςἀρχιερεῦσιν καὶτοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν§ καὶἀποκτενοῦσιν* καὶμετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννηςοἱυἱοὶ Ζεβεδαίου λέγοντεςαὐτῷ§ Διδάσκαλε, θέλομεν ἵνα ἐὰν αἰτήσωμένσε*ποιήσῃς ἡμῖν. 36  δὲ εἶπεν αὐτοῖς· Τί θέλετεποιήσωὑμῖν; 37 οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷςσου ἐκ δεξιῶν καὶ εἷς ἐξἀριστερῶν§καθίσωμεν ἐν τῇ δόξῃ σου. 38  δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ πίνω, ⸀*τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ⸀Τὸποτήριον ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μουἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται.
41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 καὶ προσκαλεσάμενος αὐτοὺς Ἰησοῦς§ λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 οὐχ οὕτως δέἐστιν*ἐν ὑμῖν· ἀλλʼ ὃςἂνθέλῃμέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44 καὶ ὃςἂν§θέλῃἐν ὑμῖν εἶναι* πρῶτος, ἔσται πάντων δοῦλος· 45 καὶ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46 Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦυἱὸς Τιμαίου Βαρτιμαῖοςτυφλὸς⸂προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν§. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ⸀Ναζαρηνός*ἐστιν ἤρξατο κράζειν καὶ λέγειν· ⸀ΥἱὲΔαυὶδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. 49 καὶ στὰς Ἰησοῦς εἶπεν· ⸂Φωνήσατε αὐτόν. καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, ⸀ἔγειρε§ φωνεῖ σε. 50  δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ⸀ἀναπηδήσας*ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶςαὐτῷ Ἰησοῦς εἶπεν· Τίσοι θέλεις ποιήσω; δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. 52 καὶ § Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, πίστις σου σέσωκέν σε. καὶεὐθὺς*ἀνέβλεψεν, καὶ ἠκολούθειαὐτῷἐν τῇ ὁδῷ.
* 10:1 καὶ WH Treg NA28 ] διὰ τοῦ RP 10:2 Καὶ Holmes WHmarg ] + προσελθόντες Φαρισαῖοι WH Treg NA28 RP 10:2 ἐπηρώτων WH Treg NA28 ] ἐπηρώτησαν RP § 10:4 Ἐπέτρεψεν Μωϋσῆς WH Treg NA28 ] Μωϋσῆς ἐπέτρεψεν RP * 10:5 ὁ δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ RP 10:6 αὐτούς WH Treg NA28 ] + ὁ θεός RP 10:7 καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ Treg NA28 RP ] – WH § 10:10 εἰς τὴν οἰκίαν WH Treg NA28 ] ἐν τῇ οἰκίᾳ RP * 10:10 περὶ τούτου WH Treg NA28 ] αὐτοῦ περὶ τοῦ αὐτοῦ RP 10:10 ἐπηρώτων WH NA28 ] ἐπηρώτησαν Treg RP 10:11 ἂν WH Treg NA28 ] ἐὰν RP § 10:12 αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον WH Treg NA28 ] ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ RP * 10:13 αὐτῶν ἅψηται WH NA28 ] ἅψηται αὐτῶν Treg RP 10:13 ἐπετίμησαν αὐτοῖς WH NA28 ] ἐπετίμων τοῖς προσφέρουσιν Treg RP 10:15 ἂν WH Treg NA28 ] ἐὰν RP § 10:16 κατευλόγει τιθεὶς … αὐτά WH NA28 ] κατηυλόγει τιθεὶς … αὐτά Treg; τιθεὶς … αὐτά, εὐλόγει αὐτά RP * 10:19 φονεύσῃς Μὴ μοιχεύσῃς WH NA28 ] μοιχεύσῃς μὴ φονεύσῃς Treg RP 10:20 ἔφη WH NA28 ] ἀποκριθεὶς ἔφη Treg; ἀποκριθεὶς εἶπεν RP 10:21 σε WH NA28 ] σοι Treg RP § 10:21 τοῖς WH NA28 ] Treg RP * 10:21 μοι WH Treg NA28 ] + ἄρας τὸν σταυρόν RP 10:24 ἐστιν WH NA28 ] + τοὺς πεποιθότας ἐπὶ χρήμασιν Treg RP 10:25 τῆς τρυμαλιᾶς τῆς NA28 RP ] τρυμαλιᾶς WH Treg § 10:25 διελθεῖν WH Treg NA28 ] εἰσελθεῖν RP * 10:26 ἑαυτούς Treg NA28 RP ] αὐτόν WH 10:27 ἐμβλέψας WH Treg NA28 ] + δὲ RP 10:27 δυνατὰ WH Treg NA28 ] + ἐστιν RP § 10:28 λέγειν ὁ Πέτρος WH NA28 ] ὁ Πέτρος λέγειν Treg RP * 10:28 ἠκολουθήκαμέν WH Treg NA28 ] ἠκολουθήσαμέν RP 10:29 ἔφη ὁ Ἰησοῦς WH NA28 ] ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν Treg RP 10:29 μητέρα ἢ πατέρα WH Treg NA28 ] πατέρα ἢ μητέρα ἢ γυναῖκα RP § 10:30 μητέρας WH NA28 RP ] μητέρα Treg * 10:31 οἱ WH Treg NA28 ] – RP 10:32 οἱ δὲ WH Treg NA28 ] καὶ RP 10:33 τοῖς WH Treg NA28 ] – RP § 10:34 ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν WH Treg NA28 ] μαστιγώσουσιν αὐτόν καὶ ἐμπτύσουσιν αὐτῷ RP * 10:34 ἀποκτενοῦσιν WH NA28 ] + αὐτόν Treg RP 10:34 μετὰ τρεῖς ἡμέρας WH Treg NA28 ] τῇ τρίτῃ ἡμέρᾳ RP 10:35 οἱ Treg NA28 RP ] + δύο WH § 10:35 αὐτῷ WH Treg NA28 ] – RP * 10:35 σε WH Treg NA28 ] – RP 10:36 ποιήσω WH Treg ] με ποιήσω NA28; ποιῆσαί με RP 10:37 σου ἐκ δεξιῶν WH Treg NA28 ] ἐκ δεξιῶν σου RP § 10:37 ἀριστερῶν WH Treg NA28 ] εὐωνύμων σου RP * 10:38 ἢ WH Treg NA28 ] καὶ RP 10:39 Τὸ WH Treg NA28 ] + μὲν RP 10:40 ἢ WH Treg NA28 ] καὶ RP § 10:42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς RP * 10:43 ἐστιν WH Treg NA28 ] ἔσται RP 10:43 ἂν WH Treg NA28 ] ἐὰν RP 10:43 μέγας γενέσθαι WH Treg NA28 ] γενέσθαι μέγας RP § 10:44 ἂν WH NA28 ] ἐὰν Treg RP * 10:44 ἐν ὑμῖν εἶναι WH NA28 ] ὑμῶν εἶναι Treg; ὑμῶν γενέσθαι RP 10:46 ὁ WH Treg NA28 ] – RP 10:46 τυφλὸς WH Treg NA28 ] ὁ τυφλὸς RP § 10:46 προσαίτης ἐκάθητο … ὁδόν WH Treg NA28 ] ἐκάθητο … ὁδὸν προσαιτῶν NIV RP * 10:47 Ναζαρηνός WH Treg NA28 ] Ναζωραῖός RP 10:47 Υἱὲ WH Treg NA28 ] Ὁ ὑιὸς RP 10:49 Φωνήσατε αὐτόν WH Treg NA28 ] αὐτὸν φωνηθῆναι RP § 10:49 ἔγειρε WH Treg NA28 ] ἔγειραι RP * 10:50 ἀναπηδήσας WH Treg NA28 ] ἀναστὰς RP 10:51 αὐτῷ ὁ Ἰησοῦς εἶπεν WH Treg NA28 ] λέγει αὐτῷ ὁ Ἰησοῦς RP 10:51 σοι θέλεις ποιήσω WH Treg NA28 ] θέλεις ποιήσω σοί RP § 10:52 καὶ ὁ WH NA28 ] ὁ δὲ Treg RP * 10:52 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 10:52 αὐτῷ WH Treg NA28 ] τῷ Ἰησοῦ RP