9
καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινεςτῶν ὧδε* ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶτὸν Ἰάκωβονκαὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦἐγένετοστίλβοντα λευκὰλίαν§οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναταιοὕτως*λευκᾶναι. καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. καὶ ἀποκριθεὶς Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεντρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. οὐ γὰρ ᾔδει τί ⸀ἀποκριθῇἔκφοβοι γὰρ ἐγένοντο§. καὶ ἐγένετο*νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν υἱός μου ἀγαπητός, ⸂ἀκούετε αὐτοῦ. καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδονἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν.
Καὶ καταβαινόντων§ αὐτῶνἐκ*τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12  δὲἔφηαὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ⸀ἀποκαθιστάνει§πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ⸀ἐξουδενηθῇ* 13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσαἤθελον καθὼς γέγραπται ἐπʼ αὐτόν.
14 Καὶἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦνταςπρὸς αὐτούς§. 15 καὶεὐθὺς*πᾶς ὄχλοςἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 καὶ ἐπηρώτησεναὐτούς Τί συζητεῖτε πρὸςαὑτούς§ 17 καὶἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου*· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· 18 καὶ ὅπουἐὰναὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺςὀδόνταςκαὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19  δὲ ἀποκριθεὶςαὐτοῖς§λέγει· γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸντὸ πνεῦμα εὐθὺς*συνεσπάραξεναὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; δὲ εἶπεν· ⸀Ἐκπαιδιόθεν· 22 καὶ πολλάκιςκαὶ εἰς πῦρ αὐτὸν§ ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τιδύνῃ* βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. 23  δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰδύνῃ πάντα δυνατὰ τῷ πιστεύοντι. 24 εὐθὺςκράξας πατὴρ τοῦπαιδίου§ἔλεγεν· ⸀Πιστεύω* βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶκράξας καὶ πολλὰ σπαράξας§ ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστετοὺς*πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27  δὲ Ἰησοῦς κρατήσαςτῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 καὶεἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦκατʼ ἰδίαν ἐπηρώτων αὐτόν§· Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐνπροσευχῇ*
30 Κἀκεῖθεν ἐξελθόντεςπαρεπορεύοντοδιὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶςμετὰ τρεῖς ἡμέρας ἀναστήσεται. 32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33 Καὶἦλθον§εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇὁδῷ*διελογίζεσθε; 34 οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· 37 Ὃςἂνἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃςἂνἐμὲ ⸀δέχηται§ οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.
38 Ἔφη αὐτῷ Ἰωάννης*· Διδάσκαλε, εἴδομέν τιναἐντῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸂καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν. 39  δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 40 ὃς γὰρ οὐκ ἔστιν καθʼἡμῶν, ὑπὲρ ἡμῶν§ ἐστιν. 41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐνὀνόματι*ὅτιχριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖνὅτι οὐ μὴἀπολέσῃτὸν μισθὸν αὐτοῦ.
42 Καὶ ὃςἂν§σκανδαλίσῃ ἕνα τῶν μικρῶντούτων*τῶν πιστευόντωνεἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειταιμύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰνσκανδαλίζῃ§σε χείρ σου, ἀπόκοψον αὐτήν· καλόνἐστίν σε* κυλλὸνεἰσελθεῖν εἰς τὴν ζωὴν τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸἄσβεστον 45 καὶ ἐὰν πούς σου σκανδαλίζῃ σε§ ἀπόκοψον αὐτόν· καλόν ἐστίνσε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴνγέενναν* 47 καὶ ἐὰν ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόνσέἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴνβασιλείαν τοῦ θεοῦ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰςτὴνγέενναν§ 48 ὅπου σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
49 Πᾶς γὰρ πυρὶἁλισθήσεται* 50 καλὸν τὸ ἅλα· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ⸀ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
* 9:1 τῶν ὧδε RP ] ὧδε τῶν WH Treg NA28 9:2 καὶ WH Treg RP ] + τὸν NA28 9:3 ἐγένετο WH NA28 ] ἐγένοντο Treg RP § 9:3 λίαν WH Treg NA28 ] + ὡς χιών RP * 9:3 οὕτως WH Treg NA28 ] – RP 9:5 τρεῖς σκηνάς WH Treg NA28 ] σκηνὰς τρεῖς RP 9:6 ἀποκριθῇ WH Treg NA28 ] λαλήσει RP § 9:6 ἔκφοβοι γὰρ ἐγένοντο WH Treg NA28 ] ἦσαν γὰρ ἔκφοβοι RP * 9:7 ἐγένετο WH NA28 ] ἦλθεν Treg RP 9:7 ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP 9:8 ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν Treg NA28 RP ] μεθʼ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH § 9:9 Καὶ καταβαινόντων WH Treg NA28 ] Καταβαινόντων δὲ RP * 9:9 ἐκ WH NA28 ] ἀπὸ Treg RP 9:9 ἃ εἶδον διηγήσωνται WH Treg NA28 ] διηγήσωνται ἃ εἶδον RP 9:12 ἔφη WH Treg NA28 ] ἀποκριθείς εἶπεν RP § 9:12 ἀποκαθιστάνει WH Treg NA28 ] ἀποκαθιστᾷ RP * 9:12 ἐξουδενηθῇ WH Treg NA28 ] ἐξουδενωθῇ RP 9:13 ἤθελον WH Treg NA28 ] ἠθέλησαν RP 9:14 ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον WH Treg NA28 ] ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν RP § 9:14 πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP * 9:15 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 9:15 ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν WH Treg NA28 ] ἰδὼν αὐτὸν ἐξεθαμβήθη RP 9:16 αὐτούς WH Treg NA28 ] τοῦς γραμματεῖς RP § 9:16 αὑτούς Holmes ] αὐτούς WH Treg NA28 RP * 9:17 ἀπεκρίθη αὐτῷ εἷς … ὄχλου WH Treg NA28 ] ἀποκριθεὶς εἷς … ὄχλου εἶπεν RP 9:18 ἐὰν WH Treg NA28 ] ἂν RP 9:18 ὀδόντας WH Treg NA28 ] + αὐτοῦ RP § 9:19 αὐτοῖς WH Treg NA28 ] αὐτῷ RP * 9:20 τὸ πνεῦμα εὐθὺς WH Treg NA28 ] εὐθέως τὸ πνεῦμα RP 9:20 συνεσπάραξεν WH NA28 ] ἐσπάραξεν Treg RP 9:21 Ἐκ WH Treg NA28 ] – RP § 9:22 καὶ εἰς πῦρ αὐτὸν WH NA28 ] αὐτὸν καὶ εἰς πῦρ Treg; αὐτὸν καὶ εἰς τὸ πῦρ RP * 9:22 δύνῃ WH Treg NA28 ] δύνασαι RP 9:23 δύνῃ WH Treg NA28 ] δύνασαι πιστεῦσαι RP 9:24 εὐθὺς WH NA28 ] καὶ εὐθὺς Treg; καὶ εὐθέως RP § 9:24 παιδίου WH Treg NA28 ] + μετὰ δακρύων RP * 9:24 Πιστεύω WH Treg NA28 ] + κύριε RP 9:25 ἄλαλον καὶ κωφὸν πνεῦμα WH Treg NA28 ] πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν RP 9:25 ἐπιτάσσω σοι WH Treg NA28 ] σοι ἐπιτάσσω RP § 9:26 κράξας καὶ πολλὰ σπαράξας WH Treg NA28 ] κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν RP * 9:26 τοὺς WH Treg NA28 ] – RP 9:27 τῆς χειρὸς αὐτοῦ WH Treg NA28 ] αὐτὸν τῆς χειρός RP 9:28 εἰσελθόντος αὐτοῦ WH Treg NA28 ] εἰσελθόντα αὐτὸν RP § 9:28 κατʼ ἰδίαν ἐπηρώτων αὐτόν WH Treg NA28 ] ἐπηρώτων αὐτὸν κατʼ ἰδίαν RP * 9:29 προσευχῇ WH NA28 ] + καὶ νηστείᾳ Treg RP 9:30 παρεπορεύοντο NA28 RP ] ἐπορεύοντο WH Treg 9:31 μετὰ τρεῖς ἡμέρας WH Treg NA28 ] τῇ τρίτῃ ἡμέρᾳ RP § 9:33 ἦλθον WH Treg NA28 ] ἦλθεν RP * 9:33 ὁδῷ WH Treg NA28 ] + πρὸς ἑαυτοὺς RP 9:37 ⸀ἂν WH Treg NA28 ] ἐὰν RP 9:37 ⸁ἂν WH Treg NA28 ] ἐὰν RP § 9:37 δέχηται WH Treg NA28 ] δέξηται RP * 9:38 Ἔφη αὐτῷ ὁ Ἰωάννης WH NA28 ] + λέγων Treg; Ἀπεκρίθη δὲ αὐτῷ Ἰωάννης λέγων RP 9:38 ἐν WH Treg NA28 ] – RP 9:38 καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν WH NA28 ] ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν Treg; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύσαμεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν RP; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν Greeven § 9:40 ἡμῶν, ὑπὲρ ἡμῶν WH Treg NA28 ] ὑμῶν, ὑπὲρ ὑμῶν RP * 9:41 ὀνόματι WH Treg NA28 ] + μου RP 9:41 ὅτι WH Treg NA28 ] – RP 9:41 ἀπολέσῃ WH NA28 RP ] ἀπολέσει Treg § 9:42 ἂν WH Treg NA28 ] ἐὰν RP * 9:42 τούτων WH Treg NA28 ] – RP 9:42 εἰς ἐμέ Treg NA28 RP ] – WH 9:42 μύλος ὀνικὸς WH Treg NA28 ] λίθος μυλικὸς RP § 9:43 σκανδαλίζῃ Treg NA28 RP ] σκανδαλίσῃ WH * 9:43 ἐστίν σε WH Treg NA28 ] σοι ἐστὶν RP 9:43 εἰσελθεῖν εἰς τὴν ζωὴν WH Treg NA28 ] εἰς τὴν ζωὴν εἰσελθεῖν RP 9:43 ἄσβεστον WH NA28 ] + 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP § 9:45 σε WH Treg NA28 ] σοι RP * 9:45 γέενναν WH NA28 ] + εἰς τὸ πῦρ τὸ ἄσβεστον 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP 9:47 σέ WH Treg NA28 ] σοι RP 9:47 τὴν Treg NA28 RP ] – WH § 9:47 γέενναν WH Treg NA28 ] + τοῦ πυρός RP * 9:49 ἁλισθήσεται WH NA28 ] + καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται Treg RP 9:50 ἅλα WH Treg NA28 ] ἅλας RP