8
Ἐν ἐκείναις ταῖς ἡμέραιςπάλιν πολλοῦ* ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, ⸀προσκαλεσάμενος τοὺςμαθητὰς λέγει αὐτοῖς· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· §αὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· ⸂καί τινεςαὐτῶνἀπὸ*μακρόθεν ⸀ἥκασιν καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦὅτιΠόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας; καὶἠρώτα§αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά. καὶπαραγγέλλει*τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα ⸀παρατιθῶσινκαὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσαςαὐτὰεἶπενκαὶ ταῦτα παρατιθέναι§. καὶ ἔφαγον* καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. ἦσανδὲὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. 10 καὶεὐθὺςἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρʼ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί γενεὰ αὕτηζητεῖ σημεῖον§; ἀμὴν λέγωὑμῖν* εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 καὶ ἀφεὶς αὐτοὺςπάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.
14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθʼ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸςἀλλήλουςὅτι ἄρτους οὐκἔχουσιν§ 17 καὶγνοὺς*λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ⸀πεπωρωμένηνἔχετε τὴν καρδίαν ὑμῶν; 18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνουςκλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα. 20 ὅτεκαὶ§τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ⸂καὶ λέγουσιν αὐτῷ*· Ἑπτά. 21 καὶ ἔλεγεν αὐτοῖς· ⸀Οὔπωσυνίετε;
22 Καὶἔρχονταιεἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ⸀ἐξήνεγκεν§αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τιβλέπεις* 24 καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25 εἶτα πάλινἐπέθηκεντὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶςἅπαντα§ 26 καὶ ἀπέστειλεν αὐτὸνεἰς*οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμηνεἰσέλθῃς
27 Καὶ ἐξῆλθεν Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ ⸂εἶπαν αὐτῷ λέγοντεςὅτι§Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲὅτι εἷς* τῶν προφητῶν. 29 καὶ αὐτὸςἐπηρώτα αὐτούς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸀ἀποκριθεὶς Πέτρος λέγει αὐτῷ· Σὺ εἶ χριστός. 30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναιὑπὸ§τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος Πέτρος αὐτὸν* ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33  δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησενΠέτρῳκαὶ λέγει· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ⸂Εἴ τις§ θέλει ὀπίσω μουἐλθεῖν* ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρἐὰνθέλῃ τὴνψυχὴν αὐτοῦσῶσαι ἀπολέσει§αὐτήν· ὃς δʼ ἂνἀπολέσει τὴνψυχὴν αὐτοῦ*ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίουσώσειαὐτήν. 36 τί γὰρὠφελεῖἄνθρωπον§κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι* τὴν ψυχὴν αὐτοῦ; 37 τί γὰρ ⸀δοῖἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
* 8:1 πάλιν πολλοῦ WH Treg NA28 ] παμπόλλου RP 8:1 προσκαλεσάμενος WH Treg NA28 ] + ὁ Ἰησοῦς RP 8:1 μαθητὰς WH Treg NA28 ] + αὐτοῦ RP § 8:3 καί τινεςWH Treg NA28 ] τινὲς γὰρ RP * 8:3 ἀπὸ WH Treg NA28 ] – RP 8:3 ἥκασιν Treg NA28 ] εἰσίν WH; ἥκουσιν RP 8:4 ὅτι WH Treg NA28 ] – RP § 8:5 ἠρώτα WH Treg NA28 ] ἐπηρώτα RP * 8:6 παραγγέλλει WH Treg NA28 ] παρήγγειλεν RP 8:6 παρατιθῶσιν WH Treg NA28 ] παραθῶσιν RP 8:7 αὐτὰ WH Treg NA28 ] – RP § 8:7 καὶ ταῦτα παρατιθέναι WH Treg NA28 ] παραθεῖναι καὶ αὐτά RP * 8:8 καὶ ἔφαγον WH Treg NA28 ] Ἔφαγον δέ RP 8:9 δὲ WH NA28 ] + οἱ φαγόντες Treg RP 8:10 εὐθὺς WH Treg NA28 ] εὐθέως RP § 8:12 ζητεῖ σημεῖον WH Treg NA28 ] σημεῖον ἐπιζητεῖ RP * 8:12 ὑμῖν Treg NA28 RP ] – WH 8:13 πάλιν ἐμβὰς WH NA28 ] πάλιν ἐμβὰς εἰς πλοῖον Treg; ἐμβὰς πάλιν εἰς τὸ πλοῖον NIV; ἐμβὰς πάλιν εἰς πλοῖον RP 8:16 ἀλλήλους WH Treg NA28 ] + λέγοντες NIV RP § 8:16 ἔχουσιν WH Treg NA28 ] ἔχομεν NIV RP * 8:17 γνοὺς WH NA28 ] + ὁ Ἰησοῦς Treg NIV RP 8:17 πεπωρωμένην WH Treg NA28 ] Ἔτι πεπωρωμένην RP 8:19 κλασμάτων πλήρεις WH Treg NA28 ] πλήρεις κλασμάτων RP § 8:20 καὶ NIV ] – WH NA28; δὲ Treg RP * 8:20 καὶ λέγουσιν αὐτῷ WH NA28 ] οἱ δὲ εἶπον Treg RP 8:21 Οὔπω WH NA28 ] Πῶς Treg; Πῶς οὐ RP 8:22 ἔρχονται WH Treg NA28 ] ἔρχεται RP § 8:23 ἐξήνεγκεν WH Treg NA28 ] ἐξήγαγεν RP * 8:23 βλέπεις WH NA28 ] βλέπει Treg RP 8:25 ἐπέθηκεν NA28 RP ] ἔθηκεν WH Treg 8:25 διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν WH Treg NA28 ] ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν RP § 8:25 ἅπαντα WH Treg NA28 ] ἅπαντας RP * 8:26 εἰς WH Treg NA28 ] + τὸν RP 8:26 εἰσέλθῃς WH NA28 ] + μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ Treg RP 8:28 εἶπαν αὐτῷ λέγοντες WH NA28 ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP § 8:28 ὅτι WH NA28 ] – Treg RP * 8:28 ὅτι εἷς WH Treg NA28 ] ἕνα RP 8:29 ἐπηρώτα αὐτούς WH Treg NA28 ] λέγει αὐτοῖς RP 8:29 ἀποκριθεὶς WH Treg NA28 ] + δὲ RP § 8:31 ὑπὸ WH Treg NA28 ] ἀπὸ RP * 8:32 ὁ Πέτρος αὐτὸν WH Treg NA28 ] αὐτὸν ὁ Πέτρος RP 8:33 Πέτρῳ WH Treg NA28 ] τῷ Πέτρῳ RP 8:33 καὶ λέγει WH Treg NA28 ] λέγων RP § 8:34 Εἴ τις WH Treg NA28 ] Ὅστις RP * 8:34 ἐλθεῖν WH ] ἀκολουθεῖν Treg NA28 RP 8:35 ἐὰν WH Treg NA28 ] ἂν RP 8:35 ⸂ψυχὴν αὐτοῦ⸃ Treg NA28 RP ] ἑαυτοῦ ψυχὴν WH § 8:35 ἀπολέσει WH Treg NA28 ] ἀπολέσῃ RP * 8:35 ⸄ψυχὴν αὐτοῦ⸅ WH NA28 ] ἑαυτοῦ ψυχὴν Treg RP 8:35 σώσει WH Treg NA28 ] οὗτος σώσει RP 8:36 ὠφελεῖ WH NA28 ] ὠφελήσει Treg RP § 8:36 ἄνθρωπον WH NA28 RP ] τὸν ἄνθρωπον Treg * 8:36 κερδῆσαι τὸν … καὶ ζημιωθῆναι WH NA28 ] ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ Treg RP 8:37 τί γὰρ WH Treg NA28 ] Ἢ τί RP 8:37 δοῖ WH Treg NA28 ] δώσει RP