21
Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας *τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιονπλουσίους· εἶδεν δέ *τινα καὶχήραν πενιχρὰν βάλλουσαν ἐκεῖ *δύο λεπτά,⸊ καὶ εἶπεν, Ἀληθῶς λέγω ὑμῖν, ὅτι χήρα * πτωχὴ αὕτηπλεῖον πάντων ἔβαλεν· *ἅπαντεςγὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα *τοῦ θεοῦ,⸌ αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς *2ἅπαντατὸν βίον ὃν εἶχεν ἔβαλεν.
Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν, Ταῦτα θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ *λίθῳ,⸃ *ὃς οὐ καταλυθήσεται. Ἐπηρώτησαν δὲ αὐτόν, λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον, ὅταν μέλλῃ ταῦτα γίνεσθαι; δὲ εἶπεν, Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες *ὅτιἘγώ εἰμι· καί, καιρὸς ἤγγικεν, μὴ *2οὖνπορευθῆτε ὀπίσω αὐτῶν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλοὐκ εὐθέως τὸ τέλος.
10 Τότε ἔλεγεν αὐτοῖς, Ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· 11  *σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶἔσονται, φόβητρά τε καὶ *2σημεῖα ἀποὐρανοῦμεγάλα ἔσται. 12 Πρὸ δὲ τούτων *πάντωνἐπιβαλοῦσιν ἐφὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσιν, παραδιδόντες εἰς *συναγωγὰς καὶ φυλακάς, *2ἀγομένουςἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. 13 Ἀποβήσεται *δὲὑμῖν εἰς μαρτύριον. 14  *Θέσθεοὖν *2εἰς τὰς καρδίαςὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι· 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, οὐ δυνήσονται *ἀντειπεῖν οὐδὲ ἀντιστῆναι*2πάντεςοἱ ἀντικείμενοι ὑμῖν. 16 Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ *συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν,⸊ καὶ θανατώσουσιν ἐξ ὑμῶν. 17 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19 Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων *τὴνἹερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἐρήμωσις αὐτῆς. 21 Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν· καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν. 22 Ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν, τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. 23 Οὐαὶ *δὲταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ *2ἐντῷ λαῷ τούτῳ. 24 Καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς *πάντα τὰ ἔθνη·⸊ καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι *πληρωθῶσιν *2 καιροὶ ἐθνῶν. 25 Καὶ *ἔσταισημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, *2ἠχούσηςθαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν· διότι ἐγγίζει ἀπολύτρωσις ὑμῶν.
29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς, Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν *προβάλωσινἤδη, βλέποντες ἀφἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. 31 Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν βασιλεία τοῦ θεοῦ. 32 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται. 33  οὐρανὸς καὶ γῆ *παρελεύσονται,⸃ οἱ δὲ λόγοι μου οὐ μὴ *2παρέλθωσιν.⸃
34 Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσιν *ὑμῶν αἱ καρδίαιἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ *2αἰφνίδιος ἐφὑμᾶς ἐπιστῇ ἡμέρα ἐκείνη· 35 ὡς παγὶς *γὰρ ἐπελεύσεταιἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 Ἀγρυπνεῖτε *οὖνἐν παντὶ καιρῷ δεόμενοι, ἵνα *2καταξιωθῆτεἐκφυγεῖν *πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
37 Ἦν δὲ τὰς ἡμέρας *ἐν τῷ ἱερῷ διδάσκων·⸊ τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. 38 Καὶ πᾶς λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.
* 21:1 ⸉ τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP f 35 TR ¦ εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν TNT2 WH NA27+28 NIV SBL ¦ εἰς τὸ γαζοφυλακεῖον τὰ δῶρα αὐτῶν NA25 * 21:2 ⸂ τινα καὶ RP f 35 ¦ καὶ τινα TR ¦ τινα TNT2 WH NA NIV SBL * 21:2 ⸉ δύο λεπτά RP f 35 TR ¦ λεπτὰ δύο TNT2 WH NA NIV SBL * 21:3 ⸉ ἡ πτωχὴ αὕτη RP f 35 TR SBL ¦ αὕτη ἡ πτωχὴ TNT2 WH NA NIV * 21:4 ⸂ ἅπαντες RP f 35 TR TNT2 ¦ πάντες WH NA NIV SBL * 21:4 ⸋ τοῦ θεοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 21:4 ⸂2 ἅπαντα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL * 21:6 ⸂ λίθῳ RP TR TNT2 WH NA NIV SBL ¦ λίθον f 35 * 21:6 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ ὧδε WH * 21:8 ⸋ ὅτι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 21:8 ⸋2 οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:11 ⸉ σεισμοί τε μεγάλοι κατὰ τόπους καὶ λιμοὶ καὶ λοιμοὶ RP f 35 TR ¦ σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λοιμοὶ καὶ λιμοὶ TNT2 WH NA25 ¦ σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ NA27+28 NIV SBL * 21:11 ⸉2 σημεῖα ἀπ᾽ οὐρανοῦ RP f 35 TR TNT2 SBL ¦ ἀπ᾽ οὐρανοῦ σημεῖα WH NA NIV * 21:12 ⸂ πάντων RP TNT2 WH NA NIV SBL ¦ ἁπάντων f 35 TR * 21:12 ⸆ – RP f 35 TR ¦ τὰς TNT2 WH NA NIV SBL * 21:12 ⸂2 ἀγομένους RP f 35 TR ¦ ἀπαγομένους TNT2 WH NA NIV SBL * 21:13 ⸋ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 21:14 ⸂ Θέσθε RP f 35 TR ¦ Θέτε TNT2 WH NA NIV SBL * 21:14 ⸂2 εἰς τὰς καρδίας RP f 35 TR ¦ ἐν ταῖς καρδίαις TNT2 WH NA NIV SBL * 21:15 ⸂ ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP TR ¦ ἀντειπεῖν ἢ ἀντιστῆναι f 35 ¦ ἀντιστῆναι ἢ ἀντειπεῖν TNT2 WH NA NIV SBL * 21:15 ⸂2 πάντες RP f 35 TR ¦ ἅπαντες TNT2 WH NA NIV SBL * 21:16 ⸉ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP f 35 ¦ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων TR TNT2 WH NA NIV SBL * 21:20 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:23 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:23 ⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:24 ⸉ πάντα τὰ ἔθνη RP f 35 TR ¦ τὰ ἔθνη πάντα TNT2 WH NA NIV SBL * 21:24 ⸆ – RP f 35 TR ¦ οὗ TNT2 WH NA NIV SBL * 21:24 ⸆2 – RP f 35 TR TNT2 NA NIV SBL ¦ καὶ ἔσονται WH * 21:25 ⸂ ἔσται RP f 35 TR ¦ ἔσονται TNT2 WH NA NIV SBL * 21:25 ⸂2 ἠχούσης RP f 35 TR ¦ ἤχους TNT2 WH NA NIV SBL * 21:30 ⸂ προβάλωσιν RP TR TNT2 WH NA NIV SBL ¦ προβάλλωσιν f 35 * 21:33 ⸂ παρελεύσονται RP TR TNT2 WH NA NIV SBL ¦ παρελεύσεται f 35 * 21:33 ⸂2 παρέλθωσιν RP f 35 ¦ παρέλθωσι TR ¦ παρελεύσονται TNT2 WH NA NIV SBL * 21:34 ⸉ ὑμῶν αἱ καρδίαι RP f 35 TR NA NIV SBL ¦ αἱ καρδίαι ὑμῶν TNT2 WH * 21:34 ⸉2 αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ RP f 35 TR ¦ ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος TNT2 NA NIV SBL ¦ ἐπιστῇ ἐφ᾽ ὑμᾶς ἐφνίδιος WH * 21:35 ⸂ γὰρ ἐπελεύσεται RP f 35 TR ¦ ἐπεισελεύσεται γὰρ TNT2 WH NA NIV SBL * 21:36 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 21:36 ⸂2 καταξιωθῆτε RP f 35 TR ¦ κατισχύσητε TNT2 WH NA NIV SBL * 21:36 ⸆ – RP f 35 ¦ ταῦτα TR TNT2 WH NA NIV SBL * 21:37 ⸉ ἐν τῷ ἱερῷ διδάσκων RP f 35 TR WH NA NIV SBL ¦ διδάσκων ἐν τῷ ἱερῷ TNT2