22
Ἤγγιζεν δὲ ἑορτὴ τῶν ἀζύμων, λεγομένη Πάσχα. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
Εἰσῆλθεν δὲ *Σατανᾶς εἰς Ἰούδαν τὸν *ἐπικαλούμενονἸσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα. Καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ *στρατηγοῖς τὸ πῶς *αὐτὸν παραδῷ αὐτοῖς.⸊ Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ *ἀργύριονδοῦναι. Καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν *αὐτοῖς ἄτερ ὄχλου.⸊
Ἦλθεν δὲ ἡμέρα τῶν ἀζύμων, *ἐν ἔδει θύεσθαι τὸ Πάσχα. Καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην, εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν. Οἱ δὲ εἶπον αὐτῷ, Ποῦ θέλεις *ἑτοιμάσομεν;⸃ 10  δὲ εἶπεν αὐτοῖς, Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν *οὗεἰσπορεύεται. 11 Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 Κἀκεῖνος ὑμῖν δείξει ἀνὼγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 Ἀπελθόντες δὲ εὗρον καθὼς *εἴρηκεναὐτοῖς· καὶ ἡτοίμασαν τὸ Πάσχα.
14 Καὶ ὅτε ἐγένετο ὥρα, ἀνέπεσεν, καὶ οἱ *δώδεκαἀπόστολοι σὺν αὐτῷ. 15 Καὶ εἶπεν πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν ὅτι *οὐκέτιοὐ μὴ φάγω *ἐξ αὐτοῦ,⸃ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 17 Καὶ δεξάμενος ποτήριον, εὐχαριστήσας εἶπεν, Λάβετε τοῦτο, καὶ διαμερίσατε *ἑαυτοῖς·⸃ 18 λέγω γὰρ ὑμῖν *ὅτιοὐ μὴ πίω *ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως *ὅτου βασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασεν, καὶ ἔδωκεν αὐτοῖς, λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου, *τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20  *Ὡσαύτως καὶ τὸ ποτήριονμετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.⸌ 21 Πλὴν ἰδού, χεὶρ τοῦ παραδιδόντος με μετἐμοῦ ἐπὶ τῆς τραπέζης. 22  *Καὶ μὲν υἱὸςτοῦ ἀνθρώπου *πορεύεται κατὰ τὸ ὡρισμένον·⸊ πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διοὗ παραδίδοται. 23 Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν τοῦτο μέλλων πράσσειν.
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25  δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ μείζων ἐν ὑμῖν *γενέσθωὡς νεώτερος· καὶ ἡγούμενος ὡς διακονῶν. 27 Τίς γὰρ μείζων, ἀνακείμενος διακονῶν; *Οὐχὶ ἀνακείμενος; Ἐγὼ δέ *εἰμι ἐν μέσῳ ὑμῶνὡς διακονῶν. 28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι πατήρ μου, βασιλείαν, 30 ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου *καὶ καθίσεσθε ἐπὶ θρόνων, *κρίνοντες τὰς δώδεκα φυλὰςτοῦ Ἰσραήλ. 31  *Εἶπεν δὲ κύριος,⸌ Σίμων, Σίμων, ἰδού, Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. 33  δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34  δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ *μὴ*φωνήσῃσήμερον ἀλέκτωρ, *2πρὶν τρὶς *3ἀπαρνήσῃ μὴ εἰδέναι με.⸃
35 Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Οἱ δὲ εἶπον, Οὐθενός. 36 Εἶπεν *οὖναὐτοῖς, Ἀλλὰ νῦν ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ μὴ ἔχων, *2πωλήσειτὸ ἱμάτιον αὐτοῦ, καὶ *3ἀγοράσειμάχαιραν. 37 Λέγω γὰρ ὑμῖν ὅτι *ἔτιτοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ *τὰπερὶ ἐμοῦ τέλος ἔχει. 38 Οἱ δὲ εἶπον, Κύριε, ἰδού, μάχαιραι ὧδε δύο. δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστιν.
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ *αὐτοῦ.⸌ 40 Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 Καὶ αὐτὸς ἀπεσπάσθη ἀπαὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο, 42 λέγων, Πάτερ, εἰ βούλει, *παρενεγκεῖν*τὸ ποτήριον τοῦτοἀπἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν *2γενέσθω.⸃ 43  *Ὤφθη δὲ αὐτῷ ἄγγελος *ἀπ᾽⸃ οὐρανοῦ ἐνισχύων αὐτόν. 44 Καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο. *Ἐγένετο δὲ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸌ 45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν *αὐτοὺς κοιμωμένουςἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47 Ἔτι *δὲαὐτοῦ λαλοῦντος, ἰδού, ὄχλος, καὶ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο *αὐτούς,⸃ καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. * 48  * δὲ Ἰησοῦςεἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον *αὐτῷ,⸌ Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ; 50 Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν *τὸν δοῦλον τοῦ ἀρχιερέως,⸊ καὶ ἀφεῖλεν *2αὐτοῦ τὸ οὖςτὸ δεξιόν. 51 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἕως τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου *αὐτοῦ,⸌ ἰάσατο αὐτόν. 52 Εἶπεν δὲ *Ἰησοῦς πρὸς τοὺς παραγενομένους *ἐπ᾽⸃ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν *2ἐξεληλύθατεμετὰ μαχαιρῶν καὶ ξύλων; 53 Καθἡμέραν ὄντος μου μεθὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπἐμέ. Ἀλλαὕτη *ὑμῶν ἐστιν ὥρα, καὶ ἐξουσία τοῦ σκότους.
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον *αὐτὸνεἰς *τὸν οἶκοντοῦ ἀρχιερέως. δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55  *Ἁψάντωνδὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων *αὐτῶν,⸌ ἐκάθητο Πέτρος *2ἐν μέσῳαὐτῶν. 56 Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπεν, Καὶ οὗτος σὺν αὐτῷ ἦν. 57  δὲ ἠρνήσατο *αὐτόν,⸌ λέγων, *Γύναι, οὐκ οἶδα αὐτόν.⸊ 58 Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ. δὲ Πέτρος *εἶπεν,⸃ Ἄνθρωπε, οὐκ εἰμί. 59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο, λέγων, Ἐπἀληθείας καὶ οὗτος μεταὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. 60 Εἶπεν δὲ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν *ἀλέκτωρ. 61 Καὶ στραφεὶς κύριος ἐνέβλεψεν τῷ Πέτρῳ. Καὶ ὑπεμνήσθη Πέτρος τοῦ *λόγουτοῦ κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, *ἀπαρνήσῃ με τρίς. 62 Καὶ ἐξελθὼν ἔξω * Πέτροςἔκλαυσεν πικρῶς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες *τὸν Ἰησοῦνἐνέπαιζον αὐτῷ, δέροντες. 64 Καὶ περικαλύψαντες αὐτόν, *ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶἐπηρώτων *2αὐτόν,⸌ λέγοντες, Προφήτευσον· τίς ἐστιν παίσας σε; 65 Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς *καὶ γραμματεῖς, καὶ *ἀνήγαγοναὐτὸν εἰς τὸ συνέδριον *2αὐτῶν,⸃ λέγοντες, 67 Εἰ σὺ εἶ χριστός, εἰπὲ ἡμῖν. Εἶπεν δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· 68 ἐὰν δὲ *καὶἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ *2μοι,⸌ *3 ἀπολύσητε.⸌ 69 Ἀπὸ τοῦ νῦν *ἔσται υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. 70 Εἶπον δὲ πάντες, Σὺ οὖν εἶ υἱὸς τοῦ θεοῦ; δὲ πρὸς αὐτοὺς ἔφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 Οἱ δὲ εἶπον, Τί ἔτι *χρείαν ἔχομεν μαρτυρίας;⸊ Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
* 22:3 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ὁ f 35 TR * 22:3 ⸂ ἐπικαλούμενον RP f 35 TR ¦ καλούμενον TNT2 WH NA NIV SBL * 22:4 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῖς TR * 22:4 ⸉ αὐτὸν παραδῷ αὐτοῖς RP f 35 TR ¦ αὐτοῖς παραδῷ αὐτόν TNT2 WH NA NIV SBL * 22:5 ⸂ ἀργύριον RP TR TNT2 WH NA NIV SBL ¦ ἀργύρια f 35 * 22:6 ⸉ αὐτοῖς ἄτερ ὄχλου RP f 35 TR ¦ ἄτερ ὄχλου αὐτοῖς TNT2 WH NA NIV SBL * 22:7 ⸋ ἐν RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL * 22:9 ⸂ ἑτοιμάσομεν RP f 35 ¦ ἑτοιμάσωμεν TR TNT2 WH NA NIV SBL * 22:10 ⸂ οὗ RP f 35 TR ¦ εἰς ἣν TNT2 WH NA NIV SBL * 22:13 ⸂ εἴρηκεν RP f 35 TR ¦ εἰρήκει TNT2 WH NA NIV SBL * 22:14 ⸋ δώδεκα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:16 ⸋ οὐκέτι RP f 35 TR TNT2 NA25 ¦ – WH NA27+28 NIV SBL * 22:16 ⸂ ἐξ αὐτοῦ RP f 35 TR ¦ αὐτὸ TNT2 WH NA NIV SBL * 22:17 ⸂ ἑαυτοῖς RP f 35 TR ¦ εἰς ἑαυτούς TNT2 WH NA NIV SBL * 22:18 ⸋ ὅτι RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL * 22:18 ⸆ – RP f 35 TR ¦ ἀπὸ τοῦ νῦν TNT2 WH NA NIV SBL * 22:18 ⸂ ὅτου RP f 35 TR ¦ οὗ TNT2 WH NA NIV SBL * 22:19 ⸋ τὸ ὑπὲρ ὑμῶν … ἐκχυνόμενον RP f 35 TR TNT2 ⟦WH⟧ NA NIV SBL * 22:20 ⸉ Ὡσαύτως καὶ τὸ ποτήριον RP f 35 TR ¦ Καὶ τὸ ποτήριον ὡσαύτως TNT2 ⟦WH⟧ NA NIV SBL * 22:22 ⸂ Καὶ ὁ μὲν υἱὸς RP f 35 TR ¦ Ὅτι ὁ υἱὸς μὲν TNT2 WH NA NIV SBL * 22:22 ⸉ πορεύεται κατὰ τὸ ὡρισμένον RP f 35 TR ¦ κατὰ τὸ ὡρισμένον πορεύεται TNT2 WH NA NIV SBL * 22:26 ⸂ γενέσθω RP f 35 TR ¦ γινέσθω TNT2 WH NA NIV SBL * 22:27 ⸂ Οὐχὶ RP TR TNT2 WH NA NIV SBL ¦ Οὐχ f 35 * 22:27 ⸉ εἰμι ἐν μέσῳ ὑμῶν RP f 35 TR ¦ ἐν μέσῳ ὑμῶν εἰμι TNT2 WH NA NIV SBL * 22:30 ⸆ – RP ¦ ἐν τῇ βασιλείᾳ μου f 35 TR TNT2 WH NA NIV SBL * 22:30 ⸉ κρίνοντες τὰς δώδεκα φυλὰς RP f 35 TR TNT2 ¦ τὰς δώδεκα φυλὰς κρίνοντες WH NA NIV SBL * 22:31 ⸋ Εἶπε(ν) δὲ ὁ κύριος RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 22:34 ⸋ μὴ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:34 ⸂ φωνήσῃ RP f 35 ¦ φωνήσει TR TNT2 WH NA NIV SBL * 22:34 ⸂2 πρὶν ἢ RP f 35 TR ¦ ἕως TNT2 WH NA NIV SBL * 22:34 ⸂3 ἀπαρνήσῃ μὴ εἰδέναι με RP f 35 TR ¦ με ἀπαρνήσῃ εἰδέναι TNT2 WH NA27+28 NIV SBL ¦ με ἀπαρνήσῃ μὴ εἰδέναι NA25 * 22:36 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 22:36 ⸂2 πωλήσει RP f 35 ¦ πωλησάτω TR TNT2 WH NA NIV SBL * 22:36 ⸂3 ἀγοράσει RP f 35 ¦ ἀγορασάτω TR TNT2 WH NA NIV SBL * 22:37 ⸋ ἔτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:37 ⸂ τὰ RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL * 22:39 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:42 ⸂ παρενεγκεῖν RP f 35 TR ¦ παρένεγκε TNT2 WH NA NIV SBL * 22:42 ⸉ τὸ ποτήριον τοῦτο RP f 35 TR ¦ τοῦτο τὸ ποτήριον TNT2 WH NA NIV SBL * 22:42 ⸂2 γενέσθω RP f 35 TR ¦ γινέσθω TNT2 WH NA NIV SBL * 22:43 ⸋ Ὤφθη δὲ … ἐπὶ τὴν γῆν. RP f 35 TR TNT2 ⟦WH⟧ ⟦NA⟧ ⟦NIV73⟧ NIV11 SBL * 22:43 ⸂ ἀπ᾽ RP f 35 TR ⟦NA⟧ ⟦NIV73⟧ NIV11 SBL ¦ ἀπὸ τοῦ TNT2 ⟦WH⟧ * 22:44 ⸂ Ἐγένετο δὲ RP f 35 TR TNT2 ¦ Καὶ ἐγένετο ⟦WH⟧ ⟦NA⟧ ⟦NIV73⟧ NIV11 SBL * 22:45 ⸉ αὐτοὺς κοιμωμένους RP f 35 TR ¦ κοιμωμένους αὐτοὺς TNT2 WH NA NIV SBL * 22:47 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:47 ⸂ αὐτούς RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῶν TR * 22:47 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς, Ὃν ἂν φιλήσω, αὐτός ἐστιν. f 35 * 22:48 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Ἰησοῦς δὲ TNT2 WH NA NIV SBL * 22:49 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:50 ⸉ τὸν δοῦλον τοῦ ἀρχιερέως RP f 35 TR ¦ τοῦ ἀρχιερέως τὸν δοῦλον TNT2 WH NA NIV SBL * 22:50 ⸉2 αὐτοῦ τὸ οὖς RP f 35 TR ¦ τὸ οὖς αὐτοῦ TNT2 WH NA NIV SBL * 22:51 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:52 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:52 ⸂ ἐπ᾽ RP TR TNT2 WH NA NIV SBL ¦ πρὸς f 35 * 22:52 ⸂2 ἐξεληλύθατε RP f 35 TR ¦ ἐξήλθατε TNT2 WH NA NIV SBL * 22:53 ⸉ ὑμῶν ἐστιν RP f 35 TR ¦ ἐστιν ὑμῶν TNT2 WH NA NIV SBL * 22:54 ⸋ αὐτὸν RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 22:54 ⸂ τὸν οἶκον RP f 35 TR ¦ τὴν οἰκίαν TNT2 WH NA NIV SBL * 22:55 ⸂ Ἁψάντων RP f 35 TR ¦ Περιαψάντων TNT2 WH NA NIV SBL * 22:55 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:55 ⸂2 ἐν μέσῳ RP f 35 TR ¦ μέσος TNT2 WH NA NIV SBL * 22:57 ⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:57 ⸉ Γύναι, οὐκ οἶδα αὐτόν. RP f 35 TR ¦ Οὐκ οἶδα αὐτόν, γύναι. TNT2 WH NA NIV SBL * 22:58 ⸂ εἶπεν RP f 35 TR ¦ ἔφη TNT2 WH NA NIV SBL * 22:60 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 22:61 ⸂ λόγου RP f 35 TR TNT2 NA25 SBL ¦ ῥήματος WH NA27+28 NIV * 22:61 ⸆ – RP f 35 TR ¦ σήμερον TNT2 WH NA NIV SBL * 22:62 ⸋ ὁ Πέτρος RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 22:63 ⸂ τὸν Ἰησοῦν RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL * 22:64 ⸋ ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:64 ⸋2 αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:66 ⸆ – RP ¦ τε f 35 TR TNT2 WH NA NIV SBL * 22:66 ⸂ ἀνήγαγον RP TR ¦ ἀπήγαγον f 35 TNT2 WH NA NIV SBL * 22:66 ⸂2 αὐτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἑαυτῶν TR * 22:68 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 22:68 ⸋2 μοι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 22:68 ⸋3 ἢ ἀπολύσητε RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 22:69 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 22:71 ⸉ χρείαν ἔχομεν μαρτυρίας RP f 35 TR ¦ ἔχομεν μαρτυρίας χρείαν TNT2 WH NA NIV SBL