23
Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν, *ἤγαγοναὐτὸν ἐπὶ τὸν Πιλάτον. Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ, λέγοντες, Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, *καὶ κωλύοντα *Καίσαρι φόρουςδιδόναι, *2 λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι. δὲ Πιλάτος *ἐπηρώτησεναὐτόν, λέγων, Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, Σὺ λέγεις. δὲ Πιλάτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι Ἀνασείει τὸν λαόν, διδάσκων καθὅλης τῆς Ἰουδαίας, *ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. Πιλάτος δὲ ἀκούσας *Γαλιλαίανἐπηρώτησεν εἰ ἄνθρωπος Γαλιλαῖός ἐστιν. Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ *θέλων ἐξ ἱκανοῦἰδεῖν αὐτόν, διὰ τὸ ἀκούειν *πολλὰπερὶ αὐτοῦ· καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπαὐτοῦ γινόμενον. Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 Ἐξουθενήσας δὲ αὐτὸν * Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν *αὐτὸνἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 Ἐγένοντο δὲ φίλοι * τε Πιλάτος καὶ Ἡρῴδηςἐν αὐτῇ τῇ ἡμέρᾳ μετἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς *ἑαυτούς.⸃
13 Πιλάτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14 εἶπεν πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε καταὐτοῦ· 15 ἀλλοὐδὲ Ἡρῴδης· *ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν,⸃ καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ. 16 Παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 17  *Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.⸌ 18 Ἀνέκραξαν δὲ παμπληθεί, λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν *Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον *βεβλημένος*2εἰς φυλακήν.⸃ 20 Πάλιν *οὖν Πιλάτος προσεφώνησεν, *θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 Οἱ δὲ ἐπεφώνουν, λέγοντες, *Σταύρωσον, σταύρωσοναὐτόν. 22  δὲ τρίτον εἶπεν πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν *καὶ τῶν ἀρχιερέων.⸌ 24  * δὲΠιλάτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν. 25 Ἀπέλυσεν δὲ *τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς *τὴνφυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι *Σίμωνός τινος Κυρηναίου ἐρχομένουἀπἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ *καὶἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 Στραφεὶς δὲ πρὸς αὐτὰς *Ἰησοῦς εἶπεν, Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπἐμέ, πλὴν ἐφἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29 Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, Μακάριαι *αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶοἳ οὐκ *2ἐθήλασαν.⸃ 30 Τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, Πέσετε ἐφἡμᾶς· καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς. 31 Ὅτι εἰ ἐν *τῷὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
32 Ἤγοντο δὲ καὶ ἕτεροι *δύο κακοῦργοισὺν αὐτῷ ἀναιρεθῆναι.
33 Καὶ ὅτε *ἀπῆλθονἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 34  δὲ Ἰησοῦς ἔλεγεν, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον *κλῆρον.⸃ 35 Καὶ εἱστήκει λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες *σὺν αὐτοῖς,⸌ λέγοντες, Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν χριστός, * τοῦ θεοῦ ἐκλεκτός.⸊ 36  *Ἐνέπαιζονδὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι *καὶὄξος προσφέροντες αὐτῷ, 37 καὶ λέγοντες, Εἰ σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 Ἦν δὲ καὶ ἐπιγραφὴ *γεγραμμένηἐπαὐτῷ *γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς,⸌ *2Οὗτός ἐστιν βασιλεὺς τῶν Ἰουδαίων.⸃
39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν, *λέγων,⸌ *Εἰ σὺ εἶ χριστός,⸃ σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 Ἀποκριθεὶς δὲ ἕτερος *ἐπετίμα αὐτῷ, λέγων,⸃ Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 Καὶ ἔλεγεν *τῷἸησοῦ, Μνήσθητί μου, *2κύριε,⸌ ὅταν ἔλθῃς *ἐν τῇ βασιλείᾳσου. 43 Καὶ εἶπεν αὐτῷ * Ἰησοῦς,⸌ Ἀμὴν *λέγω σοι,⸊ σήμερον μετἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
44  *Ἦν δὲ*ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 45  *Καὶ ἐσκοτίσθη ἥλιος,⸃ *2καὶ ἐσχίσθητὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 Καὶ φωνήσας φωνῇ μεγάλῃ Ἰησοῦς εἶπεν, Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· *καὶ ταῦταεἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ἑκατόνταρχος τὸ γενόμενον, *ἐδόξασεντὸν θεόν, λέγων, Ὄντως ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, *θεωροῦντεςτὰ γενόμενα, τύπτοντες *ἑαυτῶντὰ στήθη ὑπέστρεφον. 49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ *αὐτοῦ*μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50 Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, *ἀνὴρ ἀγαθὸς καὶ δίκαιος 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶνἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων, *ὃς καὶ προσεδέχετο καὶ αὐτὸςτὴν βασιλείαν τοῦ θεοῦ· 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 53  *Καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν *2οὐδέπω οὐδεὶςκείμενος. 54 Καὶ ἡμέρα ἦν Παρασκευή, *σάββατον ἐπέφωσκεν. 55 Κατακολουθήσασαι δὲ *γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι *αὐτῷ ἐκ τῆς Γαλιλαίας,⸊ ἐθεάσαντο τὸ μνημεῖον, καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. 56 Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.
* 23:1 ⸂ ἤγαγον RP f 35 TNT2 WH NA NIV SBL ¦ ἤγαγεν TR * 23:2 ⸆ – RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL * 23:2 ⸉ Καίσαρι φόρους RP f 35 TR ¦ φόρους Καίσαρι TNT2 WH NA NIV SBL * 23:2 ⸆2 – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 23:3 ⸂ ἐπηρώτησεν RP f 35 TR ¦ ἠρώτησεν TNT2 WH NA NIV SBL * 23:5 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 23:6 ⸋ Γαλιλαίαν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 23:8 ⸂ θέλων ἐξ ἱκανοῦ RP f 35 TR ¦ ἐξ ἱκανῶν χρόνων θέλων TNT2 WH NA NIV SBL * 23:8 ⸋ πολλὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:11 ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 ¦ καὶ NA27+28 NIV73 SBL * 23:11 ⸋ αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 23:12 ⸉ ὅ τε Πιλάτος καὶ ὁ Ἡρῴδης RP f 35 TR ¦ ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος TNT2 WH NA NIV SBL * 23:12 ⸂ ἑαυτούς RP f 35 TR ¦ αὐτούς TNT2 NA27+28 NIV ¦ αὑτούς WH NA25 SBL * 23:15 ⸂ ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν RP f 35 TR TNT2 ¦ ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς WH NA NIV SBL * 23:17 ⸋ Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:18 ⸆ – RP f 35 ¦ τὸν TR TNT2 WH NA NIV SBL * 23:19 ⸂ βεβλημένος RP f 35 TR ¦ βληθεὶς TNT2 WH NA NIV SBL * 23:19 ⸂2 εἰς φυλακήν RP f 35 TR ¦ ἐν τῇ φυλακῇ TNT2 WH NA NIV SBL * 23:20 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 23:20 ⸆ – RP f 35 TR TNT2 SBL ¦ αὐτοῖς WH NA NIV * 23:21 ⸂ Σταύρωσον, σταύρωσον RP f 35 TR ¦ Σταύρου, σταύρου TNT2 WH NA NIV SBL * 23:23 ⸋ καὶ τῶν ἀρχιερέων RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 23:24 ⸂ Ὁ δὲ RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL * 23:25 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR * 23:25 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:26 ⸂ Σίμωνός τινος Κυρηναίου ἐρχομένου RP f 35 ¦ Σίμωνός τινος Κυρηναίου, τοῦ ἐρχόμενου TR ¦ Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον TNT2 WH NA NIV SBL * 23:27 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:28 ⸋ ὁ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11 * 23:29 ⸂ αἱ στεῖραι, καὶ κοιλίαι … καὶ μαστοὶ RP f 35 TR ¦ αἱ στεῖραι, καὶ αἱ κοιλίαι … καὶ μαστοὶ TNT2 WH NA NIV SBL * 23:29 ⸂2 ἐθήλασαν RP f 35 TR ¦ ἔθρεψαν TNT2 WH NA NIV SBL * 23:31 ⸋ τῷ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 23:32 ⸉ δύο κακοῦργοι RP f 35 TR TNT2 ¦ κακοῦργοι δύο WH NA NIV SBL * 23:33 ⸂ ἀπῆλθον RP f 35 TR ¦ ἦλθον TNT2 NA NIV SBL ¦ ἦλθαν WH * 23:34 ⸂ κλῆρον RP f 35 TR TNT2 WH ¦ κλήρους NA NIV SBL * 23:35 ⸋ σὺν αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:35 ⸉ ὁ τοῦ θεοῦ ἐκλεκτός RP f 35 TR TNT2 ¦ τοῦ θεοῦ ὁ ἐκλεκτός WH NA NIV SBL * 23:36 ⸂ ἐνέπαιζον RP f 35 TR TNT2 ¦ ἐνέπαιξαν WH NA NIV SBL * 23:36 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:38 ⸂ γεγραμμένη RP f 35 TR ¦ ἐπιγεγραμμένη TNT2 ¦ – WH NA NIV SBL * 23:38 ⸋ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:38 ⸂2 Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων. RP f 35 TR ¦ Ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος. TNT2 WH NA NIV SBL * 23:39 ⸋ λέγων RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 23:39 ⸂ Εἰ σὺ εἶ ὁ χριστός RP f 35 TR ¦ Οὐχὶ σὺ εἶ ὁ χριστός; TNT2 WH NA NIV SBL * 23:40 ⸂ ἐπετίμα αὐτῷ, λέγων RP f 35 TR ¦ ἐπιτιμῶν αὐτῷ, ἔφη TNT2 WH NA NIV SBL * 23:42 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:42 ⸋2 κύριε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:42 ⸂ ἐν τῇ βασιλείᾳ RP f 35 TR TNT2 SBL ¦ εἰς τὴν βασιλείαν WH NA NIV * 23:43 ⸋ ὁ Ἰησοῦς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 23:43 ⸉ λέγω σοι RP f 35 TR ¦ σοι λέγω TNT2 WH NA NIV SBL * 23:44 ⸂ Ἦν δὲ RP f 35 TR ¦ Καὶ ἦν TNT2 WH NA NIV SBL * 23:44 ⸆ – RP f 35 TR ¦ ἤδη TNT2 WH NA NIV SBL * 23:45 ⸂ Καὶ ἐσκοτίσθη ὁ ἥλιος RP f 35 TR TNT2 ¦ Τοῦ ἡλίου ἐκλείποντος WH ¦ Τοῦ ἡλίου ἐκλιπόντος NA NIV SBL * 23:45 ⸂2 καὶ ἐσχίσθη RP f 35 TR TNT2 ¦ ἐσχίσθη δὲ WH NA NIV SBL * 23:46 ⸂ καὶ ταῦτα RP f 35 TR ¦ τοῦτο δὲ TNT2 WH NA NIV SBL * 23:47 ⸂ ἐδόξασεν RP f 35 ¦ ἐδόξασε TR ¦ ἐδόξαζεν TNT2 WH NA NIV SBL * 23:48 ⸂ θεωροῦντες RP f 35 TR ¦ θεωρήσαντες TNT2 WH NA NIV SBL * 23:48 ⸋ ἑαυτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:49 ⸂ αὐτοῦ RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL * 23:49 ⸆ – RP f 35 TR TNT2 SBL ¦ απο WH NA NIV * 23:50 ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 SBL ¦ καὶ NA27+28 NIV73 * 23:51 ⸂ ὃς καὶ προσεδέχετο καὶ αὐτὸς RP TR ¦ ὃς προσεδέχετο καὶ αὐτὸς f 35 ¦ ὃς προσεδέχετο TNT2 WH NA NIV SBL * 23:53 ⸂ Καὶ καθελὼν αὐτὸ … καὶ ἔθηκεν αὐτὸ RP f 35 TR ¦ Καὶ καθελὼν … καὶ ἔθηκεν αὐτὸν TNT2 WH NA SBL ¦ Καὶ καθελὼν … καὶ ἔθηκεν αὐτὸ NIV * 23:53 ⸂2 οὐδέπω οὐδεὶς RP f 35 TR ¦ οὐδεὶς οὔπω TNT2 WH NA NIV SBL * 23:54 ⸆ – RP f 35 ¦ καὶ TR TNT2 WH NA NIV SBL * 23:55 ⸆ – RP f 35 ¦ καὶ TR ¦ αἱ TNT2 WH NA NIV SBL * 23:55 ⸉ αὐτῷ ἐκ τῆς Γαλιλαίας RP f 35 TR TNT2 ¦ ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NA NIV SBL